Τρίτη 21 Μαρτίου 2017




Τό Τίμιον Ξύλον ἀπό τήν ἀνδρῷα Ἱερά Μονή τοῦ Τρικόρφου Δωρίδος 
Ἁγίου Ἁυγουστίνου και Ἁγίου Σεραφείμ


Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου 
Ἦχος πλ. δ' 
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ 
Μέσον διϊππεύοντες σήμερον, ἡμερῶν τῆς ἐγκρατείας, τῇ δυνάμει τοῦ Σταυροῦ, τὸν ἐν τούτῳ ὑψωθέντα, μέσον γῆς ὡς κραταιόν, Σωτῆρα, καὶ Θεὸν δοξολογήσωμεν, βοῶντες, θεωροὺς ἡμᾶς ἀνάδειξον, τῶν Παθημάτων σου Δέσποτα, καὶ τῆς σεπτῆς Ἀναστάσεως, δωρούμενος, ἱλασμὸν ἡμῖν, καὶ μέγα ἔλεος.

Ἦχος πλ. δ' 
Πάθη ταπεινώσωμεν σώματος, τῶν βρωμάτων ἀποχῇ, καὶ ἡδονῶν ἀποστροφῇ, καὶ τὸ ξύλον τοῦ Σταυροῦ περιπτυξώμεθα πιστῶς. Ὁρᾶται, ἐμφανῶς γὰρ προσκυνούμενος, καὶ πάντας, ἁγιάζει θείᾳ χάριτι, καὶ τῷ Κυρίῳ βοήσωμεν· Εὐχαριστοῦμέν σοι Εὔσπλαγχνε, τῷ σῴζοντι, διὰ τούτου τὰς ψυχὰς ἡμῶν. 

Ἕτερον Τοῦ κυρίου Θεοδώρου 
Ἦχος πλ. δ' 
Τὴν Θεοτόκον 
Νῦν τὸν Σταυρὸν προσκυνοῦντες, πάντες κραυγάζομεν· Χαῖρε ξύλον τῆς ζωῆς, χαῖρε σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, χαῖρε βροτῶν δόξα ἐπουράνιε, χαῖρε Ἀνάκτων τὸ καύχημα, χαῖρε τὸ κράτος τῆς πίστεως, χαῖρε ὅπλον ἀήττητον, χαῖρε τῶν ἐχθρῶν φυγαδευτήριον, χαῖρε φέγγος λαμπρόν, σωτήριον τοῦ Κόσμου, χαῖρε Μαρτύρων τὸ μέγα κλέος, χαῖρε σθένος Δικαίων, χαῖρε Ἀγγέλων λαμπρότης, χαῖρε πάνσεπτε. 

Κάθισμα, Τριῳδίου 
Ἦχος πλ. δ'
Τὸ ἀσάλευτον στήριγμα ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείᾳ λαμπρύναντες, τὰς ψυχὰς ἡμῶν, τὸν Σταυρὸν προσκυνήσωμεν, τὸν σωτήριον, ἐν ᾧ Χριστὸς προσηλώθη, καὶ βοήσωμεν αὐτῷ· Χαῖρε νηστευόντων ἡ τρυφή, καὶ βεβαία βοήθεια. Χαῖρε ἀναιρέτα τῶν παθῶν, τῶν δαιμόνων ἀντίπαλε, χαῖρε Ξύλον μακάριον.


Κάθισμα, Τριῳδίου 
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ 
Ὥσπερ ζωὴν τῆς Κτίσεως, τὸν σὸν Σταυρὸν προκείμενον, ἡ Οἰκουμένη ἀσπάζεται Κύριε, καὶ προσκυνοῦσα κράζει σοι· τῇ αὐτοῦ ἐνεργείᾳ, ἐν εἰρήνῃ βαθείᾳ, τούς ἀνυμνοῦντάς σε, τοὺς εὐλογοῦντάς σε, διὰ τῆς ἐγκρατείας συντήρησον Πολυέλεε.





Ο Άγιος Ιάκωβος ο Ομολογητής ο Επίσκοπος


Λύπας ἐνεγκὼν σῆς χάριν σκιᾶς, Λόγε,
Βίου σκιώδους Ἰάκωβος ἡρπάγη.
Κρύψαν ὑπὸ χθόνα εἰκαδ' Ἰάκωβον κατὰ πρώτην.
Βιογραφία

Ασκητής από νεαρή ηλικία ο Όσιος Ιάκωβος, διακρίθηκε για την καθαρή ζωή και την ολόψυχη προσήλωση του στα διδάγματα και τις εντολές της πίστης. Αναδείχθηκε επίσκοπος στα χρόνια των εικονομάχων και διώχθηκε σκληρά, μέχρι του σημείου να στερηθεί ακόμα και αυτό το ψωμί. Αλλά όλη η στέρηση και η κακοπάθεια που υπέστη, δε λύγισε καθόλου το φρόνημα του. Έμεινε σταθερός μέχρι την τελευταία του πνοή, ενθυμούμενος τα λόγια του Αποστόλου των Εθνών: «Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ» ( Β' προς Τιμόθεον, β' 3.). Σύ, λοιπόν, κακοπάθησε σαν καλός στρατιώτης του Ιησού Χριστού.





Менологий  21- 24 марта;  Византия. Греция; XIV в.; памятник: Византийский менологий (Byzantine illumination Menologion); 10 x 13 см.; местонахождение: Англия. Оксфорд. Бодлеанская Библиотека (Bodleian Library)
Ο Άγιος Ιάκωβος ο Ομολογητής ο Επίσκοπος
Βυζαντινό Μηνολόγιο τού Μαρτίου (21 - 24)  τού 14ου αιώνα μ.Χ. και ευρίσκεται Αγγλία. Βιβλιοθήκη Bodleian στην Οξφόρδη. Αγγλία





Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐγκράτειας ἐκλάμψας Πάτερ Ἰάκωβε, ὡς Ἱεράρχης τοῦ Λόγου καὶ ἀληθὴς λειτουργός, ὠρθοτόμησας πιστῶς λόγον τὸν ἔνθεον οὗπερ τὴν χάριν βέβαιων, δι' ἀγώνων εὐαγῶν, ἐδίδαξας προσκυνεῖσθε, τὴν τοῦ Σωτῆρος Εἰκόνα, ὦ καὶ πρεσβεύεις ὑπὲρ πάντων ἠμῶν.

Κάθισμα
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα τῶν διδαγμάτων σου, καὶ τὴν λαμπρότητα τῶν νοημάτων σου, καὶ οὓς ὑπέστης διωγμούς, σεπτὰ δι᾽ ἐκτυπώματα, Πάτερ ἐκπληττόμενοι, κατὰ χρέος τιμῶμέν σε, Ἰάκωβε πανεύφημε, θυηπόλε τοῦ Κτίστου σου· διὸ σὺν ὑμνῳδίαις βοῶμέν σοι· Σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου.





 Στιχηρὰ τοῦ Ἱεράρχου 
Ἦχος β' 
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ 
Κόσμου τοὺς θορύβους ἐκφυγών, ἐν ἀταραξίᾳ παμμάκαρ τὸν νοῦν ἐφύλαξας, μὴ περιπλανώμενον, μηδὲ ῥεμβόμενον, ταῖς τοῦ βίου συγχύσεσι, καὶ ταῖς τρικυμίαις, ἀλλ' ἀνατεινόμενον, καὶ ἄνω βλέποντα, πόθῳ πρὸς τὸν ἄνω Δεσπότην, πρὸς τὸν εὐεργέτην τῶν ὅλων, ἀξιομακάριστε Ἰάκωβε. 

Ἦχος β' 
Ἔξω τῆς τοῦ κόσμου ταραχῆς, Πάτερ διεξάγων τὸν βίον, παθῶν ἐλεύθερος, γέγονας τῇ χάριτι περιφρουρούμενος, καὶ δαιμόνων τὰς φάλαγγας, ἀσκήσει συντόνῳ, καὶ θείαις ἀστράψεσι, καταστεψάμενος, χαίρων σὺν Ἀγγέλοις χορεύεις, ὧν τὴν πολιτείαν ἐκτήσω, περὶ τὸν Παντάνακτα καὶ Κύριον.

Ἦχος β' 
Ἔζης ἔξω κόσμου καὶ σαρκός, ὑπὲρ τὰ ὁρώμενα πάντα, ὡς τὴν ἀόρατον, δόξαν ἐνθυμούμενος, καὶ φανταζόμενος, τῆς σκηνῆς τὴν εὐπρέπειαν, τῆς ἐπουρανίου, καὶ τὴν ὡραιότητα τὴν ἀκατάληπτον, ἧς νῦν ἐμφορούμενος σῶσαι, τοὺς πιστῶς τιμῶντάς σε Πάτερ, τὸν Χριστὸν δυσώπησον Ἰάκωβε. 




  

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου