Τετάρτη 15 Μαρτίου 2017



Δ Ι Α Β Α Σ Τ Ε

 Ἁγίου Ἰγνατίου Μπριαντσιανίνωφ


Ἦχος γ' 
Ἔστησαν τὰ τριάκοντα ΤΟ ΑΚΟΥΤΕ 
Κύριε ὁ Σταυρῷ κτείνας τὸν δόλιον, τῆς αὐτοῦ ῥῦσαί με ἀπάτης, 

τὸν ἁμαρτάνοντα καὶ ἐξαπατώμενον, καὶ Νηστείᾳ ἐκκαθάρας με, 
δίδου μοι τὰ σὰ θελήματα τελεῖν, ὅπως βλέψω Δέσποτα, 
γεγηθὼς τὰ σεπτὰ Παθήματά σου.

Ἦχος γ' 
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ 
Ξύλῳ ἐμάρανας, τὴν φλόγα Δέσποτα, τῆς παραβάσεως, 
Σταυρῷ ὑψούμενος καὶ ἀπενέκρωσας ἐχθρόν, νεκρούμενος θελήματι· 
ὅθεν ἱκετεύω σε, τῆς σαρκός μου θελήματα, νέκρωσον καὶ ζώωσον, 
τὴν ἀθλίαν καρδίαν μου, νηστείᾳ παθοκτόνῳ καθάρας με
 πάσης κηλῖδος ὡς εὔσπλαγχνος.


Ἦχος β' 
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ 
Ὅτε σε ὁ ἄνομος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, 
ξύλῳ ἀνήρτησε, τότε καὶ ἡ πάναγνος, ἁγνὴ καὶ Μήτηρ σου, 
παρεστῶσα ὠδύρετο, ὁλοφυρομένη· Τέκνον μου γλυκύτατον, 
φῶς τῶν ἐμῶν ὀφθαλμῶν, οἴμοι! πῶς κακούργων 
ἐν μέσῳ ξύλῳ προσπαγῆναι ἠνέσχου, ὁ τὴν γῆν κρεμάσας ἐν τοῖς ὕδασι;  


Ἦχος β' 
Σταυρωθήτω ἔκραζον ΤΟ ΑΚΟΥΤΕ 
Τῇ Νηστείᾳ Κύριε, τὰς ψυχὰς φωτισθέντες, καταξιωθῶμεν, 
τὸν Σταυρόν σου ἀκατακρίτως ἰδεῖν ἐν χαρᾷ, καὶ προσκυνῆσαι φοβερῶς· 
διαλάμπει γὰρ αὐτός, Πάθη τὰ σὰ τὰ ἑκούσια, ἃ εὐδόκησον φθάσαι,
 ἡμᾶς ὡς φιλάνθρωπος.  




Άγιος Αγάπιος 
και οι συν αυτώ μάρτυρες: Πλήσιος, Ρωμύλος, 
Τιμόλαος, Αλέξανδρος, Αλέξανδρος (έτερος), 
Διονύσιος καί Διονύσιος (έτερος)


Eις τον Aγάπιον.
Ἔσπευδεν Ἀγάπιος εἰς μαρτυρίαν.
Θεοῦ γὰρ αὐτὸν ὑπέθαλπεν ἀγάπη.

Eις τον Πλήσιον, Pωμύλον και Tιμόλαον.
Μετὰ τριῶν Πλήσιος ἐκτμηθεὶς ξίφει,
Θεοῦ σὺν αὐτοῖς ἵσταται νῦν πλησίον.

Eις τους δύω Aλεξάνδρους και Διονυσίους.
Ὡς Ἀλεξάνδροις κλῆσις ἐκτομή, στέφος,
Καὶ Διονυσίοις τε κοινὰ ἦν τάδε.

Πέμπτῃ καὶ δεκάτῃ τμήθη Ἀγάπιος, ἑταῖροι.


Βιογραφία

Έζησαν και κέρδισαν τα αθάνατα βραβεία, κατά το διωγμό του Διοκλητιανού (284-304) εναντίον της Εκκλησίας. Ο Αγάπιος ήταν από τη Γάζα της Παλαιστίνης, ο Τιμόλαος από τη Μαύρη Θάλασσα, οι δύο Διονύσιοι από την Τρίπολη της Φοινίκης, ο Ρωμύλος -υποδιάκονος- από τη Λύδδα ή Διόσπολη, ο Πλήσιος και οι δύο Αλέξανδροι από την Αίγυπτο. Κατηγορήθηκαν ότι είναι χριστιανοί και οδηγήθηκαν μπροστά στον έπαρχο της Καισαρείας Ουρβανό, όπου με παρρησία ομολόγησαν το Χριστό. Μάταιες απόπειρες έκανε εκείνος για να τους δελεάσει ή και να τους εκφοβίσει. Διότι στο μυαλό όλων επικρατούσε ο λόγος του Θεού: «Τον φόβον αυτών μη φοβηθήτε μηδέ ταραχθήτε» (Α'επιστολή Πέτρου, γ' 14). Δηλαδή, μη φοβηθείτε το φόβο με τον οποίο ζητούν οι άπιστοι να σας πτοήσουν και μη ταραχθείτε καθόλου απ' αυτόν. Πέθαναν όλοι μαρτυρικά με αποκεφαλισμό, δίνοντας σ' όλους τους αγωνιστές χριστιανούς μήνυμα θάρρους και ελπίδας.




Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος, πεπυρσευμένος τὸν νοῦν, χορείαν συνήθροισας, πανευκλεῶν Ἀθλητῶν, Ἀγάπιε ἔνδοξε, ὅθεν σὺν τούτοις Μάρτυς, ἀριστεύσας νομίμως, ξίφει τὸν σὸν αὐχένα, σὺν αὐτοὶς ἀπετμήθης, μεθ' ὧν ἐκδυσώπει, δοῦναι ἠμὶν ἄφεσιν.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Τούς Μάρτυρας Χριστοῦ ἱκετεύσωμεν πάντες, αὐτοί γάρ τήν ἡμῶν σωτηρίαν αἰτοῦνται, καί πόθω προσέλθωμεν πρός αὐτούς μετά πίστεως, οὗτοι βρύουσι τῶν ἰαμάτων τήν χάριν, οὗτοι φάλαγγας ἀποσοβουσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.

Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀγαπήσας Χριστόν τόν Θεόν ἡμῶν, τῶν ἐπιγείων ἁπάντων ἠλόγησε, Μαρτύρων χορός ὁ ὀκτάριθμος, καὶ κεφαλάς ἐκτεμνομένοι ἔκραζον· προσδέχου Οἰκτίρμον τοὺς δούλους σου.

Минея - Март  (фрагмент). Икона. Русь. Начало XVII в. Церковно-Археологический Кабинет Московской Духовной Академии.
Μηναῖο - Μάρτιος (τεμάχιο). Εἰκονίδιο στίς ἀρχές τοῦ 17ου αἰώνα μ.Χ. στήνἘκκλησία καί τό Αρχαιολογικό Μουσεῖο τῆς Θεολογικῆς Ἀκαδημίας τῆς Μόσχας 








Κάθισμα 
Ἦχος α' 
Τὸν τάφον σου ΤΟ ΑΚΟΥΤΕ 
Ἑπτάριθμος χορός, τῶν Μαρτύρων ὑμνείσθω· αὐτοὶ γὰρ τὴν ἡμῶν ἐκδιώκουσι βλάβην, ὡς φύλακες τῆς Πίστεως, Ἐκκλησίας προπύργια, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, καὶ πρεσβεύουσιν, ὑπὲρ ἡμῶν τὸν Δεσπότην, εἰρήνην βραβεύοντες.

Ἦχος πλ. δ' 
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ 
Μάρτυρες Χριστοῦ ἑπτάριθμοι, τῶν διωκτῶν τὰς ὁρμάς, καὶ τὸν βίαιον θάνατον, εἰς οὐδὲν ἡγήσασθε, ἀλλ' ἑτοίμως ἐσπεύσατε, ἀνδρειοφρόνως πρὸς τὰ παλαίσματα, καὶ νίκης στέφος ἀναδησάμενοι, συνηριθμήθητε, τοῖς δικαίοις ἅπασι, μεθ' ὧν ὑμᾶς, πάντοτε γεραίρομεν καὶ μακαρίζομεν. 

Σταυροθεοτοκίον 
Ἦχος πλ. δ' 
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ 
Ἥλιος Τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, ζοφερῶς μετέβαλε, γῆ κλονεῖται καὶ ῥήγνυται, φρικτῶς ναοῦ σου τὸ καταπέτασμα, κἀγὼ πῶς Τέκνον μὴ διαρρήξομαι, σπλάγχνα καὶ ὄμματα; πῶς δὲ μὴ τὸ πρόσωπον καταξανῶ, ἀδίκως σe θνῄσκοντα, βλέπουσα Σῶτέρ μου; 

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου