Κάθισμα, Τριῳδίου
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τὴν σάρκα καθαρθέντας, ὑπὸ τῆς ἐγκρατείας,
καὶ ἐν προσευχαῖς ἐλλαμφθέντας, τὰς ψυχὰς ἡμῶν Κύριε,
τὸν τίμιον Σταυρόν σου καὶ σεπτόν, ἀξίωσον θεάσασθαι ἡμᾶς,
καὶ ἐν φόβῳ προσκυνῆσαι, ἐν ὑμνῳδίαις ᾄδοντας καὶ λέγοντας·
Δόξα τῷ ζωηφόρω σου Σταυρῷ, δόξα τῇ θείᾳ Λόγχῃ σου·
ὅθεν ἀνεζωώθημεν, μόνε φιλάνθρωπε.
Κάθισμα, Τριῳδίου
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῷ τῆς βρώσεως ξύλῳ, πάλαι θανέντες βροτοὶ τῷ Σταυρῷ σου οἰκτίρμον,
ἀνεζωώθημεν· οὗ τῇ δυνάμει Ἀγαθέ, ἡμᾶς ἐνίσχυσον,
τῆς ἐγκρατείας τὸν καιρόν, ἐν κατανύξει διελθεῖν,
ποιοῦντας τὸ θέλημά σου, καὶ κατιδεῖν τὴν ἡμέραν,
τῆς λαμπροφόρου Ἀναστάσεως.
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τὴν σάρκα καθαρθέντας, ὑπὸ τῆς ἐγκρατείας,
καὶ ἐν προσευχαῖς ἐλλαμφθέντας, τὰς ψυχὰς ἡμῶν Κύριε,
τὸν τίμιον Σταυρόν σου καὶ σεπτόν, ἀξίωσον θεάσασθαι ἡμᾶς,
καὶ ἐν φόβῳ προσκυνῆσαι, ἐν ὑμνῳδίαις ᾄδοντας καὶ λέγοντας·
Δόξα τῷ ζωηφόρω σου Σταυρῷ, δόξα τῇ θείᾳ Λόγχῃ σου·
ὅθεν ἀνεζωώθημεν, μόνε φιλάνθρωπε.
Κάθισμα, Τριῳδίου
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῷ τῆς βρώσεως ξύλῳ, πάλαι θανέντες βροτοὶ τῷ Σταυρῷ σου οἰκτίρμον,
ἀνεζωώθημεν· οὗ τῇ δυνάμει Ἀγαθέ, ἡμᾶς ἐνίσχυσον,
τῆς ἐγκρατείας τὸν καιρόν, ἐν κατανύξει διελθεῖν,
ποιοῦντας τὸ θέλημά σου, καὶ κατιδεῖν τὴν ἡμέραν,
τῆς λαμπροφόρου Ἀναστάσεως.
Στιχηρό προσόμοιο τοῦ Τριῳδίου
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Σῶτερ ὁ ἀληθὴς γλυκασμός, ὁ τὰ πικρότατα Μερρᾶς πάλαι ὕδατα,
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Σῶτερ ὁ ἀληθὴς γλυκασμός, ὁ τὰ πικρότατα Μερρᾶς πάλαι ὕδατα,
γλυκάνας, τυποῦντι τότε, ξύλῳ τοῦ θείου Σταυροῦ,
ἁπλωθεὶς ἐν τούτῳ, ὡς εὐδόκησας, χολῆς ἀπεγεύσω δέ,
τὴν πλευρὰν ἐκκεντούμενος, ἐξ ἧς τῷ Κόσμῳ, ὕδωρ βρύεις ἀφέσεως,
εἰς ἀνάπλασιν, τοῦ βροτείου φυράματος· ὅθεν δοξολογοῦμέν σου,
τὴν ἄφατον δύναμιν, καὶ δυσωποῦμεν. Παράσχου,
ἡμῖν τὸν φόβον σου Κύριε, καιρῷ τῆς Νηστείας,
καὶ συγχώρησιν πταισμάτων, καὶ μέγα ἔλεος.
Στιχηρό προσόμοιο τοῦ κυρίου Θεοδώρου
Ἦχος α'
Νεφέλην σε φωτὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν τρίτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα,
Χριστὲ Λόγε περάσαντες, τὸ ξύλον τοῦ ζωηφόρου Σταυροῦ σου,
κατιδεῖν ἀξίωσον ἡμᾶς καὶ σεπτῶς προσκυνῆσαι, καὶ ᾄδοντας ἀξίως,
δοξάσαι τὸ κράτος σου, ὑμνῆσαι τὰ Πάθη σου,
προφθάσαι τὴν ἔνδοξον καθαρῶς, καὶ ἁγίαν Ἀνάστασιν,
τὸ Πάσχα τὸ μυστικόν, δι' οὗ Ἀδὰμ ἐπανῆλθεν, εἰς τὸν Παράδεισον.
Δ Ι Α Β Α Σ Τ Ε
(σελίδες 243 - 253 )
(σελίδες 201 - 208 )
Ο Όσιος Αλέξιος ο άνθρωπος του Θεού
Τοιχογραφία (Fresco) τού έτους 1547 μ.Χ.
από τον Γεώργιο Φουκά στην Ιερά Μονή Διονυσίου Αγίου Όρους
Ἄνθρωπος ἐν γῇ τοῦ Θεοῦ κληθεὶς μόνος,
Ἕξεις τὶ καινὸν κἄν πόλῳ, Πάτερ μόνος. Ἑβδομάτῃ δεκάτῃ, Ἀλέξιε, πότμον ἀνέτλης. | |||||
Κοντάκιον Ἦχος δ’. Ἐπεφάνης σήμερον. Ἀλεξίου σήμερον τοῦ πανολβίου, ἑορτήν τήν πάνσεπτον, ἐπιτελοῦντες εὐσεβῶς, αὐτόν ὑμνήσωμεν λέγοντες· χαίροις Ὁσίων τερπνόν ἐγκαλλώπισμα.
Минея - Март (фрагмент). Икона. Русь. Начало XVII в. Церковно-Археологический Кабинет Московской Духовной Академии.
Μηναῖο - Μάρτιος (τεμάχιο). Εἰκονίδιο στίς ἀρχές τοῦ 17ου αἰώνα μ.Χ. στήνἘκκλησία καί τό Αρχαιολογικό Μουσεῖο τῆς Θεολογικῆς Ἀκαδημίας τῆς Μόσχας
Κάθισμα Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον. Τοὺς ἱδρῶτας καὶ πόνους τους σοὺς Σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλάμεθα, καὶ πρὸς θείους ὕμνους καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, παμμάκαρ Ἀλέξιε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Ὁ Οἶκος Τὶς τὰς σεπτάς σου ἀρετὰς ἀξίως εὐφημήσει, καὶ ἱκανῶς ὑμνήσει, Ἀλέξιε θεόφρον, τὴν σωφροσύνην, τὴν ὑπομονήν, τὴν πραότητα, τὴν ἐγκράτειαν, τὸν ἀκατάπαυστον ὕμνον, τὴν ἄκραν σκληραγωγίαν, καὶ ἄμετρον ταπείνωσιν, δι' ὧν Ἀγγέλοις ἐφάμιλλος γενόμενος. Πρεσβεύεις ἀεὶ ὑπὲρ τοῦ κόσμου παντός· διὸ ἀκούεις Ὅσιε, νῦν παρὰ πάντων Πιστῶν. Χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα. Μεγαλυνάριον Κλῆσιν τὴν οὐράνιον ἐσχηκώς, μόνος ἐν Ἁγίοις, Θεοῦ ἄνθρωπος θαυμαστός, Ἀλέξιε σὺ ὤφθης, τῷ ἰσαγγέλῳ βίῳ· διὸ τῆς τῶν Ἀγγέλων, χαρᾶς ἠξίωσαι. |
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου