Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ,
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.
Σκιλλοβόρος δ' ἐννάτῃ μύσεν εἰκάδι Κυριακός.
Χριστοῦ τοῦ Κυρίου σου ἔχων τὴν χάριν,
ᾤκησας ἔρημον Κυριακὲ μάκαρ.
Фреска монастыря св. Павла. Афон. 1552 г.
Τοιχογραφία (Fresco) τού έτους 1552 μ.Χ.
στην Ιερά Μονή τού Αγίου Παύλου Άγίου Όρους
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας, καταλιπῶν τὰ τῆς γῆς, καὶ βίον ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, ὡς ἄσαρκος Ὅσιε, σὺ γὰρ ἐν ταὶς ἐρήμοις, προσχωρῶν θείω πόθω, σκίλλη πίκρα τὴν πάλαι, πικρᾶν γεῦσιν ἀπώσω. Διὸ Κυριακὲ θεοφόρε, ἀξίως δεδόξασαι.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφαγισθέντος .
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Κυριακέ· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Прп. Кириак. Миниатюра. Афон (Иверский м-рь). Конец XV в. C 1913 года в Российской Публичной (ныне Национальной) библиотеке в Санкт-Петербурге.
Άγιος Κυριάκος. Μικρογραφία από το Valdaisky Iversky Svyatoozersky Μονή Bogoroditsky βρίσκεται στο Νόβγκοροντ περιοχή. Το τέλος του 15ου αιώνα. στο ρωσικό Δημόσιο (σήμερα Εθνική) Βιβλιοθήκη στην Αγία Πετρούπολη.
Миниатюра Минология Василия II. Константинополь. 985 г.
Ватиканская библиотека. Рим.
Μικροαγραφία (Μινιατούρα) στό Μηνολόγιο τού Βασίλειου Β.
Κωνσταντινούπολη. το έτος 985 μ.Χ. Τώρα ευρίσκεται στην Βιβλιοθήκη του Βατικανού. Ρώμη.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀπαλῶν ἐξ ὀνύχων τῷ Χριστῷ ἠκολούθησας, τὴν ἀγγελικὴν πολιτείαν ὁλοτρόπως ἑλόμενος· διὸ ἐν ταῖς ἐρήμοις προσχωρῶν, τῶν θείων ἠξιώθης δωρεῶν, θεραπεύων πᾶσαν νόσον Κυριακέ, τῶν πίστει προσιόντων σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον σου Σωιήρ.
Ὁ βίος σου λαμπρὸς καὶ θεαρεστος ὄντως, ἐθάμβωσεν σφοδρῶς, τῶν ἀγγέλων τὰ πλήθη, καὶ πρὸς ὕμνους διήγειρε, τῶν βροτῶν τὴν παράταξιν, δι᾿ ἣν πρέσβευε, διηνεκῶς τῷ Κυρίῳ,λυτρωθῆναι νῦν, Κυριακὲ ἀπὸ πάσης, κακώσεως ὅσιε.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Φυγαδεύων ὅσιε, εἰς τὰς ἐρήμους, ἀκλινῶς διήνυσας, τῆςἐγκρατείας τὴν ὁδόν, τῆς πικροτάτηςγευόμενος, σκίλλης ἑκάστην, ἑσπέραν πανεύφημε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐνδυσάμενος θύτου στολὴν προσήνεγκας, σεαυτὸν ὁλοκάρπωμα, τῷ Κυρίῳ σου, ἀντιδόσεις εἰληφώς, θεῖα χαρίσματα, ὅθεν ἰάσω θαυμαστῶς, ἐνεργούμενόν ποτε, τὸν νέον τῇ σῇ δυνάμει, Κυριακὲ θεοφόρε, τῶν μοναζόντων ἐγκαλλώπισμα
Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς ἄνω ἐφιέμενος, ὑπερκοσμίου ζωῆς, τοῦ κόσμου τὴν τερπνότητα, ὡς διαπίπτουσαν, κατέλιπες Ὅσιε· ὅθεν ἐν ταῖς ἐρήμοις, καὶ σπηλαίοις οἰκήσας, πόλεως οὐρανίου, ἀνεδείχθης πολίτης, ἐν ᾗ τῶν ἐκτελούντων τὴν σήν, μνήμην μνημόνευε.
Κοντάκιον
Ἦχος πλ. δ’. Τὴ ὑπερμάχω.
Ὡς ὑπερμάχω κραταιῶ καὶ ἀντιλήπτορι, ἡ σὲ τιμώσα ἱερὰ Λαύρα ἑκάστοτε, ἑορτάζει τὰ μνημόσυνα ἐτησίως, Ἀλλ' ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἠμᾶς φρούρησον, ἶνα κράζωμεν, Χαίροις Πάτερ τρισόλβιε.
Ἕτερον Κοντάκιον.
Ἦχος β´. Πρεσβεία θερμή.
Πολίσας Ῥουβᾶ, τὴν ἔρημον ἀοίδιμε, καὶ τὴν Νατουφᾶ, νηστείαις διαιτώμενος, καὶ εἰς ἄντρον γηθόμενος, διαμεῖναι θελήσας Χαρίτωνος, καὶ ἐν Σουκᾷ οἰκῶν Κυριακέ, ὡς φῶς τοῦ Κυρίου
περιήστραψας.
Ὁ Οἶκος.
Ἐκ βραχείας ἡλικίας, εἰς τὰς ἐρήμους φυγὼν ὅσιε, σεαυτὸν ἀνέθεσας Χριστῷ τῷ Δεσπότῃ καὶ καταλαβὼν τοὺς χειμάῤῥους, τὰ σπήλαια καὶ τῶν μοναστῶν τὰ φροντιστήρια, τῶν φλογοφόρων παθῶν τὰς ἐξεγέρσεις κατέστειλας. Σὺ γὰρ δι᾿ ἀγάπην τοῦ Κτίσαντος, πανημέροις νηστείαις δουλαγωγήσας τὸ σῶμα καὶ νυχθημέροις εὐχαῖς καὶ δεήσεσι, λαμπρύνας τὴν ψυχήν, τοὺς
ἀσκητὰς καὶ μιγάδας Κυριακέ, ὡς φῶς τοῦ Κυρίου περιήστραψας.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε
Ἐν δόξῃ παριστάμενος, Θεῶ τῷ Παντοκράτορι, Κυριακὲ σὺν τῷ θείῳ, Χαρίτωνι θεοκήρυξ, ἀδιαλείπτως μέμνησο, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ Χριστοῦ ὑπηρέτην, τιμώντων Πάτερ ἐκ πόθου.
Εἰς τοὺς Αἴνους
ἱστῶµεν Στίχους δ΄ καὶ ψάλλοµεν
Στιχηρὰ προσόµοια.
Ἦχος α'.
Πανεύφηµοι Μάρτυρες.
Πιστῶς τῆς ζωῆς Κυριακέ, διαπλεύσας πέλαγος, τῶν
φθειρομένων τὰ κύματα, τὰ ἀλλεπάλληλα, καὶ τὰς τρικυμίας, τοῦ
βυθίου δράκοντος, ἀπέκρουσας Κυρίου τῇ χάριτι, ὃν καθικέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ῥωννύμενος σθένει τοῦ Σταυροῦ, παιδιόθεν ἔσπευσας, Κυριακὲ
εἰς τὴν ἔρημον, καὶ τὴν μονότροπον, βιοτὴν ὁσίων, ἠγάπησας
πάντιμε, τῷ φίλτρῳ τοῦ Χριστοῦ πυρπολούμενος, ὃν καθικέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Φιλίας τοῦ κόσμου τὰ δεσμά, διαῤῥήξας ὅσιε, Κυριακὲ τῇ
ἀσκήσει σου, τὸν νοῦν σου ἴθυνας, πρὸς τὰς αἰωνίους, μονὰς καθὼς
γέγραπται, Τριάδος τῆς ἁγίας πανεύφημε, ἣν καθικέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Φωτὸς τοῦ ἀδύτου κοινωνός, καὶ μακαριότητος, Κυριακὲ τῆς
θεότητος, μὴ λίπῃς πάντοτε, ταῖς εὐχαῖς πρεσβεύων, σὺν ταῖς ἄνω
τάξεσι, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, θεοφορούμενε, δωρηθῆναι
ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Ἄστρον ἐκ Κορίνθου ἀναφανείς, ἐν τῇ Παλαιστίνῃ, διαλάμπεις ἀσκητικῶς, καὶ καταπυρσεύεις, Χριστοῦ τὴν Ἐκκλησίαν, Κυριακὲ θεόφρον, τοῖς σοῖς παλαίσμασι.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου