Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῷ θείῳ Πνεύματι, περιφραξάμενος, Μάρτυς Καλλίστρατε, λαμπρῶς ἠρίστευσας, καταβολῶν τὸν δυσμενῆ, σοφία τῶν σῶν ἀγώνων ὅθεν καὶ προσήγαγες, τῷ Χριστῷ ὡς θυμίαμα, δῆμον παναοίδιμον, Ἀθλητῶν πιστευσάντων σοί, μεθ' ὧν ὑπὲρ ἠμῶν ἐκδυσώπει, τῶν εὐφημούντων σὲ ἐν ὕμνοις.
Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Καλλιστράτου τοὺς ἄθλους ἀνευφημήσωμεν, Γυμνασίου τοὺς πόνους ὑμνολογήσωμεν, καὶ σὺν αὐτοῖς τοὺς καρτερῶς πόθῳ ἀθλήσαντας, μακαρίσωμεν πιστοί, καὶ ἐκβοήσωμεν αὐτοῖς· Ὁπλῖται τῆς εὐσεβείας, αἰτήσασθε δωρηθῆναι, ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὥσπερ ἄστρον μέγιστον, ἔλαμψας κόσμω, τᾶς ἀκτῖνας ἄπασι, τῶν σῶν ἀγώνων ἐφαπλῶν, καὶ τῶν θαυμάτων τοὶς κράζουσι, Χαίροις Μαρτύρων, τὸ κλέος Καλλίστρατε.
Ὁ Οἶκος
Τὸν τοῦ Κυρίου ἀθλητήν, καὶ μέγαν στρατιώτην, καὶ φίλον τῆς Τριάδος, καὶ μύστην τῶν ἀρρήτων, καὶ μιμητὴν τοῦ Ἰησοῦ, ᾄσμασιν ἐν πίστει συνελθόντες οἱ πιστοὶ χαρμονικῶς ὑμνήσωμεν, γεραίροντες αὐτοῦ τὰ παλαίσματα καὶ τάς ἀριστείας, τοὺς πόνους, οὓς ὑπέστη διὰ Χριστὸν τὸν παμβασιλέα, αἰτούμενοι τυχεῖν αὐτοῦ ταῖς πρεσβείαις, τῆς ἀμείνονος ζωῆς τοῦ Παραδείσου, ἔνθα οἱ χοροὶ εὐφραίνονται τῶν κραζόντων· Χαίροις Μαρτύρων τὸ κλέος Καλλίστρατε.
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς
Κραταιωθέντες Πνεύματι, τῷ Ἁγίῳ καθεῖλον, οἱ ἀθλοφόροι Μάρτυρες, τῶν τυράννων τὰ θράση, διὰ Χριστὸν ὑποστάντες, πᾶσαν πεῖραν βασάνων, ὁ πάνσοφος Καλλίστρατος, καὶ Γυμνάσιος ὄντως, ὁ θαυμαστός, μετὰ τῶν συνάθλων, ὧν τὴν φωσφόρον, μνήμην τελοῦντες εὕροιμεν, ψυχικὴν σωτηρίαν.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου