Εἰς τὸ γενέσιον τῆς ὑπεραγίας ∆εσποίνης ἡμῶν Θεοτόκου Αγίου
Θεοδώρου τού Στουδίτη
Λαμπρῶς
πανηγυρίζει ἡ κτίσις σήμερον, καινὸν οὐρανὸν τὴν Παρθένον λαμβάνουσα.
Κόρη ἐπὶ γῆς γεγέννηται, τοῦ Βασιλέως τῶν οὐρανῶν ἐψυχώμενος θάλαμος.
Νεᾶνις εἰς φῶς ἐλήλυθε τῆς ἡλιακῆς ἀκτῖνος φανότερον ἀστράπτουσα.
Βρέφος ἐκ στείρας ἀνέλαμψε, τῆς παρθενίας τέμενος ἱερώτατον.
Τίς οὐχ ὑπαντήσει πρὸς τὴν πανήγυριν;
τίς οὐ δωροφορήσει ἑόρτια, καὶ τῇ Παρθένῳ φιλούμενα;
∆ῶρον κάλλιστον παρθενεύουσιν ἡ ἀφθαρσία, γήμασι σωφροσύνη, πλουσίοις μετάδοσις, πένησιν ἡ εὐχαριστία, ἄρχουσιν ἡ ἡμερότης, βασιλεῦσιν ἡ δικαιοσύνη, ἱερεῦσιν ἡ ὁσιότης, τοῖς πᾶσιν ἐν ἅπασιν ἡ εὐνομία.
Ἐπεὶ δὲ τοιαῦτα τὰ δῶρα, καὶ μετὰ τοιούτων ἡ λαμπροφορία, δεῦτε σκιρτήσωμεν εὐφρόσυνα.

Ἄσωμεν
χαριστήρια, μετὰ ∆αβίδ·
Ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.
Τῷ Κτίστῃ τῶν ἁπάντων, ναὸς ὑποδοχῆς ᾠκοδόμηται·
ὅτι τῷ δημιουργῷ Λόγῳ καταγώγιον ξενισμοῦ ἡτοίμασται·
ὅτι τῷ Ἡλίῳ τῆς δικαιοσύνης νεφέλη φωτὸς ἐξήπλωται·
ὅτι τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, θεοϋφάντου περιβολαίου ἱστὸς ἀνίσταται·
ὅτι τῷ κιρνῶντι ταῖς ὥραις τοὺς καιροὺς καὶ ἐνιαυτοὺς συνακτήριον νυμφικὸν ἀναδέδεικται.

Χορεύσατε,
νεάνιδες·
παρθενικὸν γὰρ τὸ γενέθλιον.
Σκιρτήσατε, μητέρες·
μητρικὸς γὰρ καρπὸς ἡ παρθενεύουσα.
Στεῖραι, εὐέλπιδες ἔστε πρὸς τὴν πρὶν στειρεύουσαν, εἶτα θεόπαιδα γεννήσασαν ἀποσκοπεύουσαι.
Μηδέ γε κόραι τῆς χορείας ἀπολειπέσθωσαν, τῆς μόνης κορῶν κορωνίδος ὁμοῦ καὶ βασιλίδος τὸ γενέσιον πανηγυρίζουσαι.
Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς·
ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν·
κηρύξατε ἐν Ἱερουσαλὴμ, δι' Ὠσηὲ ἡμῖν κἀνταῦθα τὸ προσταττόμενον. ∆αβὶδ ὁ Θεοπάτωρ, εὐφράνθητι·
Ἡσαΐας ὁ προφητοκράτωρ, φαιδρύνθητι.
Καὶ ὁ μὲν, ὅτι ἐξ ὀσφύος σου κατὰ τὴν ὁρκωμοσίαν ἡ βασιλὶς προέρχεται, ἐξ ἧς θήσειν ἐπὶ τὸν θρόνον σου τὸν καρπόν σου Θεὸς ἐπηγγείλατο·
ὁ δὲ, ὅτι ἡ προφητεία σου πέρας εἴληφεν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.
Ῥάβδος ἡ Παρθένος, ἐξ ἧς ἀπειρόγαμος τὸ ἀνθηρὸν καὶ ἀένναον Χριστὸς ἄνεισιν.

Ἀλλὰ τί μοι τῷ δεῖνι, καὶ
τῷ δεῖνι τὸ χαίρειν περιγράφειν, καὶ μὴ φωνῇ περιληπτικῇ διασημᾶναι τὴν
ἀγαλλίασιν;
Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην.
Ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα.
∆ιὰ τί;
ὅτι σκήνωμα τῷ Θεῷ Ἰακὼβ πεφανέρωται·
ὅτι τόπος ἅγιος τῷ παναγίῳ Λόγῳ ὑποδέδεικται.
Ὡς φοβερὸς ὁ τόπος οὗτος, βοάτω Ἰακὼβ ὁ πατριαρχικώτατος, οὐκ ἔστι τοῦτο ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ!
Ὢ ἀποῤῥήτων ἀκουσμάτων!
ὢ παραδόξων ἀποτελεσμάτων!
Τί τοῦτο τὸ καινὸν διήγημα;
τίς αὕτη ἡ ξενίζουσα παραβολὴ καὶ ἀπόῤῥητος;
Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἐξαρκέσουσί σοι, ὡς ὁ Λόγος, καὶ τίς ἡ ἐξαρκοῦσα αὐτῷ φυσικὴ κατοίκησις;
Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;
Καὶ ποῦ τῷ τοιούτῳ, καὶ τηλικούτῳ, καὶ ὑπεραίροντι πάσης καταληπτικῆς ὑποθέσεως;
οὐ γὰρ ἐν ποσότητι τὸ ἄπειρον, περιληπτικὸν χωρίον ἐξευρηθήσεται.
Ὁ οὐρανός μοι, φησὶν, θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου.
Καὶ ποῖος οἰκοδομηθήσεται οἶκος τῷ ἐρωτῶντι;
ἢ τίς ἐξευρεθείη τόπος τῆς καταπαύσεως αὐτοῦ;
ἀλλ' ὅμως εὕρηται, καὶ πεφανέρωται.
Πῶς, καὶ τίνι τρόπῳ;
Ὧδε γὰρ τὸ ζητούμενον.
Μικρὸν ἀναμείνας, ἀγαπητὲ, λήψῃ τοῦ ποθουμένου τὴν ἐπίλυσιν.

Μέλλοντος ἀνθρώπου ἐξ οὐκ
ὄντων εἰς τὸ εἶναι παράγεσθαι δι' ἄπειρον Θεοῦ ἀγαθότητα, πρότερον οὐρανὸς
ἐκτείνεται, γῆ ὑπεστόρεσται, θάλασσα περιώρισται, καὶ ὅσα ἀμφοτέρων
συμπληρωτικὰ, ἐν ταυτῷ τῆς ὅλης διακοσμήσεως εἴληπται.
Εἶθ' ὕστερον ὁ ἄνθρωπος βασιλικῶς εἰς γυμνάσιον ἀρετῆς ἐν παραδείσῳ τίθεται·
ἀλλ' εἰ μὴ ἡ παράβασις προὐχώρησεν, οὐκ ἂν τοῦ ζωηροῦ χωρίου ἐξωρίζετο.
Ἐξοστρακισθεὶς δὲ τοῦ ἐνδύματος, εἰ μὴ ταῖς θείαις προμηθείαις ἀντανίστατο, οὐκ ἂν εἰς τὴν πολυπαθεστάτην ἀλλοίωσιν κατηγάγετο, ἀντὶ Θεοῦ μονάρχου πολυθεΐαν σεβόμενος.
∆ιά τοι ταῦτα, ὡς ἐν κεφαλαίῳ φάναι, τῇ φθορᾷ κατεσχημένων ἁπάντων, καὶ Θεοῦ κατοικτιζομένου μὴ εἰς παντελῆ ἀνυπαρξίαν χωρῆσαι τὸ τῶν οἰκείων χειρῶν πλάσμα, ἄλλου καινοῦ οὐρανοῦ, γῆς τε καὶ θαλάσσης ποίημα, ἐν οἷς χωρηθῆναι εὐδοκεῖ δι' ἀνάπλασιν τοῦ γένους ὁ ἀχώρητος. Καὶ ταῦτά ἐστιν ἡ μακαρία καὶ πολυύμνητος Παρθένος.
Ὢ τοῦ θαύματος!
Οὐρανὸς μὲν, ὡς ἐκ τῶν ἀδύτων θησαυρῶν, τὸν τῆς δικαιοσύνης Ἥλιον ἀνίσχουσα·
γῆ δὲ, ὡς ἐκ τῶν ἀχράντων λαγόνων τῆς ἀφθαρσίας, τὸν στάχυν τῆς ζωῆς βλαστήσασα·
θάλασσα, ὡς ἐκ τῶν κοιλιακῶν κόλπων, τὸ νοητὸν μαργαρίτην προφέρουσα.
Ἤδη τοιγαροῦν παρήχθη ἡ νεοφανὴς κτίσις τοῦ ἀχωρήτου.
Ηὐτρεπίσθη ἡ βασίλειος αὐλὴ τοῦ Παμβασιλέως.
Ἡτοιμάσθη τὸ λογικὸν καταγώγιον τοῦ ἀκαταλήπτου.
Ὡς μεγαλοπρεπὴς ὅδε ὁ κόσμος!
ὡς ἀξιάγαστος ἡ δημιουργία, φυτοῖς ἀρετῶν ὡραΐζουσα, ἄνθεσιν ἁγνείας εὐωδιάζουσα, λαμπρότησι θεωριῶν ἀγλαΐζουσα, πᾶσιν ἄλλοις ἀμφιλαφέσιν ἀγαθοῖς ἀνενδεῶς ἔχουσα, ἀξία, τὸ δὴ λεγόμενον, τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐνοικήσεως!
Καίτοι γε καὶ ὁ πρὶν κόσμος, θαυμαστὸς ὅτι μάλιστα·
ὅτε γὰρ, φησὶν, ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου, καὶ ὕμνησαν.
Ἀλλ' οὔ τί πω οὕτω θεοπρεπὲς, ὡς ἡ μακαρία αὕτη καὶ πανθαύμαστος Παρθένος.
Καὶ ὅτι ἀληθὲς, ἄκουσον τοῦ πολύτλα Ἰὼβ λέγοντος·
Οὐρανὸς μὲν οὐ καθαρὸς, ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ.
Τῆς δὲ τί καθαρώτερον;
τί δὲ ἀμεμπτότερον;
ἧς τοσοῦτον ἠράσθη Θεὸς, τὸ ἀκρότατον φῶς καὶ καθαρώτατον, ὡς δι' ἐπελεύσεως ἁγίου Πνεύματος οὐσιωδῶς αὐτῇ συγκραθῆναι, καὶ ἐξ αὐτῆς προελθεῖν τέλειος ἄνθρωπος, μετὰ τῆς ἀμεταβόλου καὶ ἀσυγχύτου τῶν οἰκείων ἱδρύσεως.
Ὢ τοῦ θαύματος!
Τὴν ἰδίαν δούλην, μητέρα κτήσασθαι οὐκ ἐπῃσχύνθη ὁ φιλανθρωπότατος.
Ὢ τῆς συγκαταβάσεως!
Τοῦ ἰδίου πλάσματος γέννημα χρηματίσαι οὐκ ἀπῃνήνατο ὁ ὑπεράγαθος, ἐκείνης ἐρασθεὶς δηλαδὴ τῆς ὡραιοτέρας πάσης κτίσεως, ἐκείνης ἐπιλαβόμενος τῆς ἀξιωτέρας τῶν οὐρανίων δυνάμεων.
Περὶ ταύτης τοίνυν ὁ Ζαχαρίας ὁ θαυμασιώτατος, Τέρπου, φησὶ, καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.
Περὶ ταύτης γε καὶ Ἰωὴλ ὁ μακαριώτατος, ὡς ἐμοὶ δοκεῖ, ὧδέ πως κεκραγὼς φαίνεται·
Θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαί σοι.
Γῆ γάρ ἐστιν, ἐφ' ᾗ Μωϋσῆς ὁ ἱερώτατος λῦσαι τὸ ὑπόδημα τοῦ σκιώδους νόμου εἰς ἐξαλλαγὴν χάριτος προσετάττετο.
Γῆ ἐστιν, ἐφ' ᾗ τεθεμελιῶσθαι τῇ σαρκὶ ὑπὸ τοῦ Πνεύματος ᾄδεται, ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.
Γῆ ἐστιν, ἡ σπορᾶς ἀνεπίδεκτος, καὶ ἁπάντων καρποτροφοῦσα τροφοδότην.
Γῆ ἐστιν, ἐφ' ἣν τῆς ἁμαρτίας ἄκανθα οὐκ ἀνέτειλε.
Τοὐναντίον δὲ μᾶλλον διὰ τοῦ ταύτης ἔρνους πρόῤῥιζος ἐκτέτιλται.
Γῆ ἐστιν, οὐχ ὡς ἡ πρότερον κατηραμένη, καὶ ἧς καρποὶ πλήρεις ἀκανθῶν καὶ τριβόλων·
ἀλλ' ἐφ' ἣν εὐλογία Κυρίου, καὶ ἧς εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας, ὥς φησιν ὁ ἱερὸς λόγος.

Ἀλλ' ἐπεὶ ταῦτα οὕτως,
φέρε, ἴδωμεν ὅθεν εὐθυδρόμησεν ὁ ἀείζωος ὄρπηξ τῆς παρθενίας·
τίς ὁ φύσας, καὶ τίς ἡ τεκοῦσα.
Ἰωακείμ τε καὶ Ἄννα, ἡ διαφανὴς καὶ πανεύφημος τοῦ Λόγου ξυνωρὶς, ἡ πασῶν συζυγιῶν θεσπεσιωτέρα ἁρμονία.
Ἧς γὰρ ὁ κλάδος ὑπερφερὴς ἁπάντων, οὐ δήπου ταύτης ἡ ῥίζα μὴ προσφερεστέρα;
Ἀλλ' ἡμῖν εὔριζος φυὰς οὕτω μεγαλοφυής τε καὶ ἐξοχωτάτη, καρποῦ δὲ τέως ἄγονος. Καθαρωτάτη ἡ πηγὴ, ἀλλὰ ῥεῖθρον οὐ φέρουσα.
Ξυμφορὰ ἡ ἀπευκταία.
Εὐληπτικὰ καὶ ἐπώδυνα τὰ παριστάμενα.
Τί οὖν;
Ἐκέκραξαν δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.
Πόῤῥωθεν ∆αβὶδ ἐνθεαστικώτατα διεσήμανε τοιάδε·
Ἐκέκραξαν, φησὶν, οἱ δίκαιοι.
Τῆς ὅλης ἀνθρωπότητος πρόσωπον εἰσφέρειν μοι ἡ δυὰς αὕτη τεθεώρηται.
Ἐθεώρουν τοιγαροῦν θεογνωσίας τὴν ἀνθρωπότητα ἔρημον, ἐξ ἀπιστίας τὸν κόσμον χηρεύοντα·
ἐπείπερ, Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κατὰ τὸ ᾀδόμενον.
Ὀδυνηρὰ ἡ ἀταξία, κατηφὴς ἀκαρπία.
Ἐκέκραξαν οἱ δίκαιοι, ἐν τῷ οἰκείῳ δηλαδὴ παραδείσῳ.
Ὅτου ἕνεκα;
Ἐπειδήπερ ἐκ παραδείσου ἡ λυπηρὰ ἁμαρτία ἐξελήλυθεν, ἐκεῖ φησι τῇ προμήτορι ὁ τῶν ὅλων Θεός·
Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου.
Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου.
Τί ἐκέκραξαν;
Καρπὸν κοιλίας, ἤγουν εὐκαρπίαν θεογνωσίας ἐξαιτούμενοι, καὶ ταῦτα εἰκὸς προσευχόμενοι.
Ἀδωναῒ Κύριε Ἐλωῒ Σαβαὼθ, οἶδας τῆς ἀπαιδίας ὄνειδος.
Γινώσκεις τῆς ἀκαρπίας τὸ ἄθυμον.
Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῶν δούλων σου, καὶ δῷς τοῖς δούλοις σου σπέρμα παιδὸς, δώσομεν αὐτὸ ἐνώπιόν σου δοτόν.
Καί γε ὁ Κύριος εἰσήκουσεν αὐτῶν, ὁ ταχὺς εἰς ἔλεον, βραδὺς δὲ εἰς ὀργὴν, δοὺς τὴν κυριώνυμον Μαρίαν λύτρον οὕτως ἀγλαὸν καὶ μεγαλοφυὲς ἀντὶ τῆς Εὔας.
Θυγάτηρ ἴαμα μητρικὸν γεγένηται·
τὸ νέον φύραμα τῆς θείας ἀναπλάσεως, ἡ παναγία ἀπαρχὴ τοῦ γένους, ἡ ῥίζα τοῦ θεοφράστου κλάδου, τὸ τοῦ προπάτορος ἀγαλλίαμα.
Ὢ τῆς εὐεργεσίας!
ὢ τῆς μεγαλοδωρεᾶς!
Ἆρα οὐχὶ καὶ αὐτὸς ὁ ἥλιος φαιδροτέρας νῦν τὰς ἀκτῖνας ἀφίησι τῆς περιχαρείας πως αἰσθόμενος;
Ἆρα οὐχὶ καὶ πᾶσα ἡ κτίσις οἷον ἐναβρύνεται ἐπ' ἐλπίδι τῆς ἐκ φθορᾶς ἐλευθερίας, ἐπὶ τῇ γεννήσει τῆς ἀφθόρως κυούσης τὸν ἐλευθερωτὴν τοῦ κόσμου;
Σκόπει καὶ τὰ ἑξῆς·
φιλακροάμων ἔσο, ἀγαπητὲ, καὶ μὴ ἀποκνῇς πρὸς τὴν ἔρευναν.
Ἄμελγε, φησὶ, γάλα, καὶ ἔσται βούτυρον.
Κατάλληλος ὁ τόπος τῆς δικαίων προσευχῆς.
Ἐν παραδείσῳ προσευξάμενοι, παράδεισον ἔτεκον, πολὺ τοῦ προτέρου μακαριώτερον.
Ἐκεῖ ὄφις ψιθυρίσας, εὐάλωτα τὴν Εὔαν ἐξηπάτησεν.
Ἐνταῦθα Γαβριὴλ ὁ ἀρχάγγελος ὁμιλήσας τῇ Μαρίᾳ εὐφρόσυνα, διετάραξεν, ἀλλ' οὐκ ἐξηπάτησεν.
Ἐκεῖ ἡ τοῦ ὄφεως ὑπακοὴ θάνατον τὸν ἀμειδῆ προεξένησεν.
Ἐνταῦθα ἡ πειθὼ τοῦ ἀγγέλου, ζωὴν τὴν ἀειχαρῆ τοῖς ἀνθρώποις ἀντεισήγαγεν.
Ἐκεῖ ἡ ἀπόφασις ὀδυνηρὰ τῇ ἐκ παρακοῆς τικτούσῃ·
ἐνταῦθα ἡ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις, χαρμόσυνα τῇ ἐκπεφευγυίᾳ προφητικῶς τὰς λυπικὰς ὠδῖνας.
Ὢ τῆς ἐξαλλαγῆς τῶν πραττομένων!
ὢ τῆς καινότητος τῶν τελουμένων!
Τὰ ἀρχαῖα παρῆλθε (λελέχθω κἀνταῦθα), ἰδοὺ γέγονε τὰ πάντα καινά.
Οἴκου ἀρχὴ κατὰ ἀκριβεστάτην θεωρίαν, καὶ τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐπιδημίας ἡ παροῦσα πανήγυρις προεκλάμπουσα.

Ἔχεις,
ὦ φιλότης, τοῦ ζητουμένου τὴν λύσιν.
Ἀπέλαβεν τῆς ὑποσχέσεως τὸ χρέος.
∆εῦρο, λέξον καὶ αὐτὸς σὺν Ἡσαΐᾳ τὰ Ἡσαΐου·
Κύριε ὁ Θεός μου, δοξάσω σε·
ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν.
Μικροῦ μὲν οὖν καὶ ὄψει τὴν μακαρίαν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσιοῦσαν, ὡς ἤδη τῷ παναγεστάτῳ Θεῷ ἀφιερωμένην·
ἔπειτα συλλαμβάνουσαν ἐν γαστρὶ τὸν ἀπερίληπτον.
Ὢ τοῦ θαύματος!
Εἰς μικρὸν σώματος ἐνοικῆσαι τὸν περιέχοντα δρακὶ τὰ σύμπαντα.
Καὶ πῶς οὐ περιγραπτὸς, ὦ Χριστομάχε (ἵνα μικρὸν παραθεωρήσω);
Ὅτι, εἰ καὶ καθ' ἡμᾶς, φησὶν, ἀλλ' ὑπὲρ ἡμᾶς.
Καὶ τί τοῦτο;
Οὐ γὰρ κατὰ τὴν ἀνθρωπείαν μορφὴν, ἀλλὰ κατὰ τὴν θεότητος φύσιν ἡ διαφορὰ καὶ ἐξαλλαγή·
οἷον ἐγαλουχεῖτο μαζοῖς μητρικοῖς ἀνθρωπικῶς·
ἀλλὰ παρεῖχε τὸ ζῇν μητρὶ θεοπρεπῶς.
Ἐλάλει φωνῇ ἐνάρθρῳ καθ' ἡμᾶς, ἀλλὰ παρηγγυᾶτο ἐξουσίᾳ θεϊκῇ ὑπὲρ ἡμᾶς, δι' ὧν τὰ θαύματα.
Ὡδοποίει γεηροῖς ποσὶ καθ' ἡμᾶς, ἀλλ' εἰς νῶτα θαλάσσης ὑπὲρ ἡμᾶς.
Ἐσταυροῦτο σαρκὶ καθ' ἡμᾶς, ἀλλ' ἐτροποῦτο ἐν σταυρῷ τὰς ἐναντίας δυνάμεις ὑπὲρ ἡμᾶς·
ὧν τὰ μὲν περιγραπτῆς φύσεως·
τῆς καθ' ἡμᾶς γάρ·
τὰ δὲ ἀπεριγράπτου, τῆς ὑπὲρ ἡμᾶς·
οὐ λυμηναμένης θατέρας θάτερα τῇ οὐσιώδει συνόδῳ τὰ φυσικὰ ἰδιώματα, ἀλλ' εἴσω τῆς οἰκείας ὁροθεσίας ἑκατέρας ἑστώσης.
Σὺ δὲ φεύγων τὸ περιγράφειν, ἤτοι εἰκονίζειν·
ταυτὸν γὰρ ἀμφότερα, καὶ τὰς φύσεις φύρεις σὺν Ἀκεφάλοις, καὶ τὴν οἰκονομίαν ἀποσκευάσῃ σὺν Μανιχαίοις.
Ἧττον ἦν σοι εἰς ἀνοίας λόγον, ἵνα τὸ ἀληθὲς εἴπω, Ἰουδαΐζειν, ἢ τὴν προσηγορίαν Χριστιανοῦ ἔχοντι κατὰ Χριστοῦ φέρεσθαι.
Ὅτι ὁ μὲν οὐ προσιέμενος Θεὸν σεσωματῶσθαι, οὔτε εἰκονίζει, ἀκόλουθα ἑαυτῷ πράσσων·
σὺ δὲ προσηκάμενος μὲν, μὴ εἰκονίζων δὲ, ἀνακόλουθος σεαυτῷ γίνῃ, γέλωτα ὀφλισκάνων καὶ τῷ Ἰουδαΐζοντι.
Καὶ οὔπω λέγω τὴν ὕβριν, ἀλλὰ πρὸς μὲν ἐκείνους τοσοῦτος ὁ λόγος, ὅτι μὴ δογματικῶς, ἀλλ' ἑορταστικῶς συνηθροίσθημεν.
Ἡμεῖς δὲ ἔτι βραχέα προσειπόντες τῇ Παρθένῳ, καὶ ταῦτα ἐξ ὧν ὠνόμασται ἐν τῇ θεοπνεύστῳ Γραφῇ ἀνελίττοντες, συμπερανοῦμεν ἐν τούτοις, εἰ καὶ ἀναξίως, τὸν λόγον.

Χαῖρε, Μαρία, ἤτοι μυρία,
διὰ τὸ ἀπειροπληθὲς τῶν ἐγκωμίων.
Μυρία γὰρ εἰπὼν περὶ σοῦ τις, οὐκ ἂν ἐφίκοιτο τῆς ἀξίας.
Χαῖρε, Κυρία, ὡς τοῦ τῶν ὅλων Κυρίου μητροπρεπῶς τὴν κυρείαν εἰληφυῖα, ἧς τὰ σύμπαντα δοῦλά τις φήσας, οὐκ ἀπὸ σκοποῦ βάλλοι τὸν λόγον.
Χαῖρε, σμύρνα θαλασσία, ἡ ἐν τῇ ἁλμυρᾷ τοῦ βίου ῥοπῇ τὴν σάρκα νεκροφοροῦσα τῇ ἁμαρτίᾳ, ἐξ ἧς γλυκασμὸς, καὶ ὅλως ἐπιθυμία, ὁ λέγων ἐν Ἄσμασιν, Ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων μου.
Χαῖρε, βάτε, τὸ πυρίπλοκον θαῦμα, ἡ κατὰ στέρησιν ἄβατος τῇ ἁμαρτίᾳ·
ἐπεὶ καὶ φυτὸν ἀθιγὲς, καὶ βατὸν οὐρανὸν δεδειχυῖα γηγενέσιν ἐκ θεογονίας σου.
Χαῖρε, κιβωτὲ, τὸ θεόδμητον στέγος, ἡ τοῦ νεοκτίστου κόσμου ταμία, ἀφ' ἧς ἔξεισι Χριστὸς, ὁ νέος Νῶε, πληρῶν τὸν ἄνω κόσμον τῇ ἀφθαρσίᾳ.
Χαῖρε, ῥάβδος, τὸ θεόφυτον ἔρνος, ἡ μόνη πασῶν παρθένων τεκνοφόρος, ἐξ ἀσπορίας ἀνθήσασα υἱέα τὸν τῶν ἁπάντων Θεὸν καὶ ἱεράρχην.
Χαῖρε, στάμνε, τὸ χρυσόπλαστον ἄγγος, ἡ παντὸς ἄγγους ἐξῳκισμένη, ἀφ' ἧς μανναδοτεῖται ἅπας ὁ κόσμος, τὸν ἐν πυρὶ τῆς Θεότητος ἐξοπτηθέντα τῆς ζωῆς ἄρτον.
Χαῖρε, σκηνὴ, ὁ θεότητος πόλος, οὐρανοῦ τῶν ἀψίδων προφερεστέρα, ἀφ' ἧς αὐτοπροσώπως ὡμίλησε Θεὸς ἀνθρώποις, καὶ ἐξ ἧς εἰς τὸν κόσμον ἱλασμὸς ἐπεδήμησεν αἰώνιος.
Χαῖρε, θυμιατήριον, τὸ σκεῦος τὸ χρυσόνουν, ἡ τὸν θεῖον ἄνθρακα ἔνδον φέρουσα, ἀφ' ἧς διέπνευσεν εὐωδία τοῦ Πνεύματος, τὴν μυδῶσαν φθορὰν ἐκ κόσμου ἀπελαύνουσα.
Χαῖρε, τράπεζα, τὸ θεόθετον κρᾶμα ἡ πᾶσιν ἀγαθοῖς ἀρετῶν πλήθουσα μέθεξις, τῷ λέγοντι ἐν Ἄσμασιν·
Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράματος.
Χαῖρε, ναὲ, τὸ καθαρότευκτον Κυρίου δῶμα, περὶ οὗ φησιν ὁ ∆αβίδ·
Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ·
ἐξ οὗ ναουργῶν Χριστὸς ἑαυτῷ τὸ σῶμα, ναοὺς δείκνυσι τοὺς βροτοὺς Θεοῦ ζῶντος.
Χαῖρε, ἁγίασμα, ἡ κρήνη ἡ θεόβρυτος ἡ πάσης ἁγιστείας ἀνάπλεως, ἐξ ἧς πρόεισι τῶν ἁγίων Ἅγιος, ὁ ἐξ ἐναγείας ἀποκαθαίρων κόσμον.
Χαῖρε, τόπος Κυρίου, ἡ θεοστιβὴς γαῖα, ἡ τὸν ἔξω τούτου παντὸς τῇ Θεότητι τοπώσασα τῇ σαρκώσει, ἐξ ἧς ὁ ἁπλοῦς, σύνθετος·
καὶ ὁ ἀΐδιος, ἔγχρονος·
καὶ ὁ περιγραπτὸς, ὁ ἀπερίγραπτος.
Χαῖρε, οἶκος Θεοῦ, ὁ θείαις ἀγλαΐαις ἐκλάμπων δόμος, οὗ τὸ ὑπέρθυρον ἀναφαίρετον τῆς ἁγνείας·
ἡ πλήρης δόξης Κυρίου, καὶ τῶν πυρίνων Σεραφὶμ φωτοειδεστέρα ἐν πνεύματι.
Χαῖρε, πύλη, ἡ ἀνατολόβλεπτος, ἐξ ἧς ἡ τῆς ζωῆς ἀνατολὴ τοῖς ἀνθρώποις τὴν τοῦ θανάτου δύσιν μειοῦσα·
ἡ θεόδευτος βάτος, καὶ τὰς κλεῖς τῆς παρθενίας φέρουσα.
Χαῖρε, οὐρανὲ, τὸ τοῦ περικοσμίου χώρου ἐνδιαίτημα τιμιώτερον·
ἡ ταῖς τῶν ἀρετῶν λαμπηδόσι κατάστερος, ἐξ ἧς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνέτειλεν, ἡμέραν ἀδύτου σωτηρίας ἀνθρώποις δημιουργησάμενος.
Χαῖρε, θρόνε.
ὁ μετεωροπόρητος ἐν δόξῃ, ὁ ἔμψυχος θῶκος ἡ τοῦ Θεοῦ καθέδραν ἐν ἑαυτῇ διαγράφουσα, καὶ ὑπὲρ νοερὰς δυνάμεις Θεὸν ἀναπαύουσα.
Χαῖρε, Χερουβὶμ, ὁ πυροειδὴς νοῦς, ἡ ὡς ὄμματα τὰ θεῖα νοήματα πλήθουσα, καὶ πολυφάτους χάριτας ἀναστράπτουσα, καὶ δι' ἧς τὸ ἀνέσπερον φῶς ἀνθρώποις διαπορθμεύεται.
Χαῖρε, Μήτηρ ἄνανδρε, ἡ ἐν μητράσι μόνη ἁγνεύουσα, καὶ τὰ μητέρων κατὰ παρθένους ἔχουσα, θαυμάτων ἁπάντων τὸ καινότατον θαῦμα.
Χαῖρε, Παρθένε γεννήσασα, ἡ ἐν παρθένοις μόνη τοκεύουσα, καὶ τὰ παρθένων κατὰ μητέρας φέρουσα·
τεράτων ἁπάντων τὸ φρικωδέστατον λάλημα.
Χαῖρε, σφραγὶς βασιλικὴ, ἡ τὸν ἐκ σοῦ οὐσιωθέντα Βασιλέα τῶν ἁπάντων ἀποτυποῦσα μητρομοίῳ σώματι·
εἴπερ οἵα ἡ γεννῶσα, τοιοῦτον δηλαδὴ καὶ τὸ γέννημα.
Χαῖρε, βιβλίον ἐσφραγισμένον, ἡ πάσῃ φθοροποιῷ ἐπινοίᾳ ἀπήμαντος, ἐξ ἧς ὁ θεοχαράκτου νόμου κύριος πρὸς αὐτοῦ μόνου παρθενικῶς ἀναγινώσκεται. Χαῖρε, τόμος καινοῦ μυστηρίου, ἡ τῇ ἀφθαρσίᾳ παντάπασιν ἄθικτος, ἐν ᾗ ὁ ἀνείδεος Λόγος γραφίδι ἀνθρωπικῆς ἰδέας ἐζωγράφηται, εἴτουν σεσωμάτωται, ὁ κατὰ πάντα ὅμοιος ἡμῖν πλὴν ἁμαρτίας γενόμενος.
Χαῖρε, πηγὴ ἐσφραγισμένη, ὁ βρυτὴρ τῆς ἀφθαρσίας, ἡ τὸ ῥεῖθρον τῆς ζωῆς Χριστὸν ἐκβλύσασα, τῶν σημάντρων μηδαμῶς τῆς παρθενίας λυμανθέντων.
Οὗ τῇ μεθέξει ἀπαθανισθέντες, παλινδρομοῦμεν, εἰς τὸν ἀγήρω παράδεισον.
Χαῖρε, κῆπος κεκλεισμένος, ἡ τῇ παρθενίᾳ ἀδιάνοικτος εὐκαρπία, ἧς ἡ ὄσφρησις ὡς ἀγροῦ πλήρους, ὃν εὐλόγησεν ὁ ἐκ σοῦ προελθὼν Κύριος.
Χαῖρε, ῥόδον ἀμάραντον, ἡ τὸ ἀμήρυτον εὐωδιάζουσα, ἧς ὁ ὀσφρανθεὶς Κύριος ἐπανεπαύσατο, καὶ δι' ἧς ἀνθήσας τὴν εὐωδίαν τοῦ κόσμου ἀπεμάρανε.
Χαῖρε, μῆλον εὐωδιάζον, ὁ στειροφυὴς καρπὸς, καὶ ὡραιόθεος, ἡ λέγουσα ἐν Ἄσμασιν, Ἐν μήλοις με στοιβάσατε, ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι.
Ἧς δρεψαμένης τὴν καθαρότητα Χριστὸς, εἱστιάσατο εὐοδμίαν ἄχραντον τῷ κόσμῳ διαπνέουσαν.
Χαῖρε, κρῖνον, οὗ ὁ γόνος Ἰησοῦς, ταῦτα τὰ κρῖνα τοῦ ἀγροῦ ἀμφιεννύντος·
ἡδύπνους ῥοδωνία τοῦ Πνεύματος, ἐξ ἧς Χριστὸς ἀνήθευτον ἐξ ἀσπορίας στολὴν περιεβάλετο, τὴν Σολομωντικὴν στολὴν ἀποκρύπτουσαν.
Χαῖρε, ἄνθος, τὸ πάσης ἀνθοβαφικῆς χροιᾶς ποικιλώτερον ἐξ ἀρετῆς ἁπάσης ἥδυσμα, ἐξ ἧς ἄνεισιν ἄνθος ὁμοίῳ ὅμοιον κατὰ μητρικὴν ἐμφέρειαν, ἐφ' ᾧ ἑπτὰ τὰ ἀναπαυόμενα πνεύματα, ὡς ὁ Λόγος.
Χαῖρε, νάρδος νάουσα, καὶ ἀρδεύουσα κατὰ τὰ μυρεψικὰ τῆς ἁγνείας ἀρώματα, ὧν ἡ διάδοσις ὀσμὴ ἡδεῖα τῷ φήσαντι ἐν Ἄσμασι·
Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
Χαῖρε, στακτὴ, ἡ ἐκ παρθενικῆς βαλσαμουργίας ἀποστάξασα Χριστῷ, στακτὴν ἁγιάσματος, ἤτοι γάλακτος, ἡ ψάλλουσα ἐν Ἄσμασιν·
Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται.
Χαῖρε, κιννάμωμον, τὸ ἐκ νοητοῦ παραδείσου τῆς ἀχραντίας ἐξιὸν ἄρωμα, οὗ ἡ ὀσμὴ ἡδεῖα τῷ λέγοντι ἐν Ἄσμασιν·
Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρπῶν ἀκροδρύων·
κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου.
Χαῖρε, θύγατερ, ἡ θυηπόλος νεᾶνις, ἧς τὸ ἄχραντον ἐράσμιον, καὶ ὁ κόσμος παράδοξος τῷ φήσαντι ἐν Ἄσμασι·
Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, θύγατερ Ἀμιναδάβ;
Ἡ κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις.
Χαῖρε, ἀδελφὴ, ἡ τοῦ καλοῦ ἀδελφοῦ παρώνυμος καὶ πανέραστος, οὗ ἡ φωνὴ τοιάδε ἐν Ἄσμασιν·
Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη, ἐκαρδίωσας;
Χαῖρε, νύμφη, ἧς νυμφοστόλος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νυμφίος ὁ Χριστὸς, ὁ λέγων ἐν Ἄσμασιν·
Ὁλοκάλη ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·
δεῦρο ἀπὸ Λιβάνου, νύμφη.
Χαῖρε, μύρον, τὸ τῶν ἀρετῶν μυριότιμον σύνθημα, ἡ παναγνείας μύροις μυρίζουσα, ἐξ ἧς ὁμωνύμως σοι προῆλθεν ὁ Κύριος.
Μύρον γὰρ, φησὶν, ἐκκενωθὲν ὄνομά σου·
ἀφ' οὗ κέχρισται τὸ βασίλειον ἱεράτευμα.
Χαῖρε, θυμίαμα, τὸ ὑπὲρ κόσμου παντὸς ἐνώπιον Κυρίου κατευθυνόμενον προσευκτήριον, ἡ ἀποπεπληρωμένη ἐξ εὐωδίας τοῦ Πνεύματος, περὶ ἧς που θαυμαστικῶς βεβόηται·
Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη;
Χαῖρε, χρυσίον καθαρὸν, ἡ ἐν χωνείᾳ τοῦ Θεοῦ δοκιμασθεῖσα τῷ πυρὶ τοῦ Πνεύματος, καὶ μηδαμοῦ ῥυτίδα κακίας φέρουσα·
ἐξ οὗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ πάντα τὰ κατὰ τὸν νόμον χρύσεα κατ' ἔμφασιν ἀλληγορικὴν, ἐπὶ σὲ τὸν χρυσώνυμον καὶ πολυώνυμον μεταλαμβάνεται.
Χαῖρε, ξύλον ἄσηπτον, ἡ φθορᾶς ἁμαρτικῆς μὴ προσηκαμένη σκώληκα, ἐξ ἧς τὸ νοητὸν θυσιαστήριον, οὐκ ἐκ ξύλων ἀσήπτων κατεσκευασμένον, ἀλλ' ἐξ ἀχράντων λαγόνων Θεῷ δεδομημένον.
Χαῖρε, πορφύρα βασιλικὴ, ἡ ἐκ παρθενικῶν αἱμάτων σου ἐξυφάνασα ἁλουργίδα τῷ λέγοντι ἐν Ἄσμασι·
Πλοκίον κεφαλῆς σου ὡς πορφύρα·
βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
Τί ὡραιώθης, ἢ τί ἡδύνθης;
Χαῖρε, βύσσος κεκλωσμένη, ἡ βάθος θείων νοημάτων ἐν διανοίᾳ κλώσασα, καὶ ταῖς ἐναντίαις θέλξεσιν ἄχαυνος·
Πῶς γὰρ, φησὶν, ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
∆ι' ἧς ἡ ἐπωμὶς πορφυροχρυσόμικτος τῷ ἱεραρχοῦντι τῶν ἄνω ∆υνάμεων.
Χαῖρε, ὑάκινθος, τὸ φλογοφανὲς τῆς παρθενίας ἔριον ἐξ οὗ μυστικῶς τῷ Θεῷ ἱερούργηται ἄμφιον σωματώσεως.
Χαῖρε, κούφη νεφέλη, ἡ τὸ γεῶδες καὶ βρίθον σκῆνος, κοῦφόν πως, ὡς ἀερῶδες, ἔχουσα, καὶ τὸν ἄρτον τῆς ζωῆς ὡς ἐν θυσιαστηρίῳ καλύπτουσα, ἐν ᾗ καθῆσθαι Κύριον Ἡσαΐας προσηγόρευσε.
Χαῖρε, ἅχραντε, τὸ ἀνέπαφον τῆς παρθενίας κειμήλιον, ἡ τὸν ἄχραντον Λόγον γεννήσασα, ἀφ' ἧς ἡ παρθενία ἐξέλαμψε τὸν κόσμον συντέμνουσα.
Χαῖρε, ἁγνὴ, ἡ μόνη τὴν καρδίαν ἁγνὴν αὐχηματικῶς ἔχουσα.
Τὸ ὄρος ἀληθῶς τὸ θεόδεκτον, ἀφ' οὗ ἁγνίζεται ὁ νέος Ἰσραὴλ τοῦ πάλαι τιμαλφέστερον καὶ χρονιώτερον.
Χαῖρε, ἀλόχευτε, βρεφοτρεφῆ γαλουχίαν μητροπρεπῶς φέρουσα, ἀφ' ἧς ἀμέλγει γάλα παρθενικὸν, ὁ τρέφων τὰ σύμπαντα.
Χαῖρε, ἀμόλυντε, ἡ μόνη Θεῷ εἰς ἐνοίκησιν εὐπρόσιτος, καὶ Θεοῦ ἀξίωμα ἐκ γεννήσεως ἔχουσα·
διὸ σὺ προσκυνητὴ καὶ πάσαις οὐρανίαις ∆υνάμεσι.
Χαῖρε, πόκε, τὸ περὶ τὸν Γεδεὼν νίκης σύμβολον, ἐξ ἧς ἀπεῤῥύη τροπικῶς ἡ δρόσος ἡ ἀθάνατος, ὁ αὐτολέκτως φάμενος·
Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Χαῖρε, χωρίον Θεοῦ, τὸν ἐν πᾶσιν ἀχώρητον ἐν γαστρὶ χωρήσασα·
οὗ τὰ πάντα ἐν δρακὶ, καὶ σοῦ παρόντος ἐν χερσίν·
ὃ καὶ λεγόμενον ἀδιανόητον, καὶ διανοούμενον ἀσυνείκαστον.
Χαῖρε, Θεοῦ Μήτηρ, ἡ μόνη τοῦ ἰδίου Υἱοῦ δούλη, καὶ ἄμφω φύσει, μεθ' ἣν οὐκ ἔστι μήτηρ παρθένος τῆς μακαρίας παρθενίας εἰς τὴν πρὶν ἐν παραδείσῳ ἀναδραμούσης ἀφθαρσίαν.
Χαῖρε, Θεοδόχε, φωτοειδὲς στοιχεῖον τῆς θείας ἀπειρίας, οὗ ὁ ἄπειρος, ποδιαίᾳ γαστρὶ περιεχόμενος, καὶ ἐν ἑαυτῷ περιέχων τὰ πέρατα.
Χαῖρε, Θεοτόκε κυρίως καὶ ἀληθῶς, τὸ πρὸς Θεὸν ἀνθρώποις φρικτὸν συναπτήριον, δι' ἧς τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἥνωνται, Θεῷ τὰ ἀνθρώπου, καὶ ἀνθρώπῳ τὰ Θεοῦ ἀντανίσχουσα.
Χαῖρε, παστὰς, ἡ παρθενίας ἐγερθεῖσα κάλλεσι, τῷ λέγοντι ἐν Ἄσμασιν·
Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη.
Οὗ πρὸς σάρκα συναφείας ἐκεῖνα ἐπάγεται·
Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σολομὼν, ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης τῆς καρδίας αὐτοῦ.
Χαῖρε, ἀμνὰς, ἡ ἄτεξ κατὰ γαμικὴν σύνοδον, καὶ τοκὰς κατὰ θείαν σύλληψιν.
Ἐξ ἧς ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐπεδήμησε.
Χαῖρε, νεφέλη φωτὸς, ἡ ἐν ἐρήμῳ τοῦ βίου πρεσβευτικῶς τὸν νέον Ἰσραὴλ σκιάζουσα·
ἀφ' ἧς τὰ τῆς χάριτος διατάγματα ἤκουσται, ἐξ ἧς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέταλκε μαρμαρυγαῖς ἀφθαρσίας καταφαιδρύνων τὰ σύμπαντα.
Χαῖρε, λυχνία, τὸ χρυσοῦν τῆς παρθενίας σκεῦος καὶ εὔριζον, οὗ θρυαλλὶς, ἡ χάρις τοῦ Πνεύματος, καὶ ἔλαιον, τὸ ἐξ ἀχράντων σαρκῶν ληφθὲν σῶμα ἅγιον, ἐξ ὧν φῶς Χριστὸς τὸ ἀνεπίδυτον·
ἡ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τὴν ἀΐδιον ζωὴν παράψασα.
Χαῖρε, κεχαριτωμένη, τὸ πάσης χαρᾶς χαριέστερον καὶ πρᾶγμα, καὶ ὄνομα, ἐξ ἧς χαρὰ ἀδιάδοχος εἰς τὸν κόσμον Χριστὸς γεγέννηται, τῆς Ἀδαμιαίας λύπης τὸ ἰατρεῖον.
Χαῖρε, παράδεισε, τῆς Ἐδὲμ χωρίον μακαριώτερον, οὗ φυτὸν ἀρετῆς ἅπαν ἀνατέθηλε, καὶ ἐφ' ᾧ ξύλον τῆς ζωῆς πεφανέρωται·
οὗ τῇ μεθέξει εἰς τὴν ἀρχαίαν δίαιταν ἀνατρέχομεν, τῆς φλογίνης ῥομφαίας νῶτα διδούσης, ὡς γέγραπται.
Χαῖρε, πόλις, τὸ τοῦ μεγάλου βασιλέως, ∆αβιτικῶς εἰπεῖν, περιήχημα, ἐν ᾖ τὰ βασίλεια τῶν οὐρανῶν ἀνέῳκται, καὶ γηγενεῖς πολιτογραφούμενοι γήθουσιν·
ἧς ἐξαίσια καὶ τεθαυμασμένα πάσαις γλώσσαις τε καὶ διανοίαις τὰ διηγήματα, ἐν Χριστῷ Ἰησοῦ τῷ διὰ σοῦ ἱλεουμένῳ μοι, ἐφ' οἷς ὤφλησα ὁ οἰκτρὸς καὶ ἄλογος, ἐκθειάζων τὰς ἀπείρους αἰνέσεις σου ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πανεπιστήμιο Αιγαίου, Τμήμα
Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση
του υλικού με αναφορά στην πηγή προέλευσής του.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου