Λόγος εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας
Του Αγ. Ανδρέου Αρχιεπισκόπου Κρήτης του Ιεροσολυμίτου ( Ν Ε Ο )
«Λόγος εἰς τήν Κοίμησιν τῆς Θεοτόκου»
Ἁγίου Γρηγορίου Παλαμᾶ ( Ν Ε Ο )
Γεώργιος Φίλιας Ἐπίκουρος καθηγητής τοῦ Πανεπιστημίου Ἀθηνῶν
Ἐγκώμιο στην Κοίμηση τῆς Ἁγίας Δεσποίνης ἡμῶν Θεοτόκου
Λόγος εἰς τήν Κοίμησιν τῆς Θεοτόκου
Εἰς τήν Πάνδοξον Κοίμησιν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ Παναχράντου Θεοτόκου
ΑΠΟΔΟΣΗ ΤΗΣ ΕΟΡΤΗΣ
ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Απολυτίκιον
Ἦχος α'
«Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἓν τὴ Κοιμήσει τὸν κόσμον οὗ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν,
μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταὶς πρεσβείαις ταὶς σαὶς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν».
Μιχαήλ και Ευτύχιο Αστραπά, (13ος-14ος αιώνας)
Κοντάκιον
Ἦχος πλ. β'
Αὐτόμελον
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν,
ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν,
ὁ μήτραν οἰκήσας ἀειπάρθενον».
Μιχαήλ και Ευτύχιο Αστραπά, (13ος-14ος αιώνας)
Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. α'
Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε· ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν, χωρηθῆναι εὐδόκησε. Μακάριοι ἐσμὲν καὶ ἡμεῖς προστασίαν σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, ταῖς σαῖς ἱκεσίαις κρατύνονται. Διὸ ἀνυμνοῦντες βοῶμέν σοι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
O Οίκος
«Τείχισόν μου τὰς φρένας Σωτήρ μου, τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με, σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν, Σὺ οὖν μοὶ δώρησαι γλώτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον, πᾶσα γὰρ δόσις ἑλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον».
που ευρίσκεται σε απόσταση 2 χιλιομέτρων ΝΑ από το Σαραντάπορο
ένα ιστορικό χωριό που ανήκει στην επαρχία Ελασσόνας του νομού Λάρισας. Βρίσκεται σε στρατηγική θέση των ομώνυμων "Στενών του Σαρανταπόρου", που σχηματίζεται μεταξύ της οροσειράς των Καμβουνίων και της οροσειράς των Πιερίων
Ἐξαποστειλάριον
Ἦχος γ'
ἐκ τρίτου
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ α'.
Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.
Ἦχος δ'
Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.
Ἦχος δ'
Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε.
Θεοτοκίον
Ἦχος πλ. β'
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου