Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀρχάγγελος, τῶν νοερῶν στρατιῶν, Τριάδος τὴν ἔλλαμψιν, καθυποδέχη λαμπρῶς, Γαβριὴλ Ἀρχιστράτηγε, ὅθεν ἐκ πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, σῷζε ἀπαρατρώτους, τοὺς πιστῶς σὲ τιμώντας, καὶ πόθω ἀνευφημούντας, τὰ σὰ θαυμάσια.
Ἕτερον Ἀπολυτίκιον
Κοντάκιον
Κάθισμα
Ἐξαποστειλάριον
Εἰς τοὺς Αἴνους Ἦχος α' Ἦχος α' Δοξαστικόν |
Kαι σκώλα και θήρατρα και πάγας βίου, Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους,
| |||
| |||
Ἀπολυτίκιον Ὡς θεῖον στεφάνωμα, τὴν ἀρετὴν ἐσχηκῶς, λαμπρῶς ἐστεφάνωσας, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν λόγοις καὶ πράξεσι, σὺ γὰρ ὡς ἱεράρχης, καὶ σοφὸς θεηγόρος, θείων ᾀσμάτων λύρα, Πάτερ Στέφανε ὤφθης, διὸ ταὶς σαὶς φαιδρότησιν, ἠμᾶς στεφάνωσαν. Ἕτερον Ἀπολυτίκιον Στέφος εἴληφας, τῆς εὐδοκίας, στέφος γεγονός, τῆς Ἐκκλησίας, ἐπωνύμως παναοίδιμε Στέφανε, σὺ γὰρ ἐνθέοις στεφόμενος χάρισι, δι’ εὐσέβειας ποικίλως διέπρεψας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος. Прп. Стефан. Миниатюра. Афон (Иверский м-рь). Конец XV в. C 1913 года в Российской Публичной (ныне Национальной) библиотеке в Санкт-Петербурге. Σεβάσμιος. Stefan. Μικρογραφία. Όρος (Iver μοναστήρι). Το τέλος του 15ου αιώνα. C 1913 στο ρωσικό Δημόσιο (σήμερα Εθνική) Βιβλιοθήκη στην Αγία Πετρούπολη. Ἕτερον Ἀπολυτίκιον Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς Οἰκουμένης ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Στέφανε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Κοντάκιον Καταφυτεύσας ἀρετῶν τὸν παράδεισον, καὶ καταρδεύσας ταῖς ῥοαῖς τῶν δακρύων, ὡς τῆς ζωῆς Πανένδοξε τοῦ ξύλου τυχῶν, σῶσον ἰκεσίαις σου, ἐκ φθορᾶς τὴν σὴν ποίμνην, ῥύσαι περιστάσεως τοὺς θερμῶς σε τιμῶντας, σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.
Κανών τοῦ Ὁσίου β', ᾨδὴ θ' Ὑπέρτιμε Στέφανε, νῦν καθαρῶς ἡδόμενος, καὶ τρυφῆς ἀπολαύων τῆς ὑπὲρ ἔννοιαν, ἔνθα τῶν Ἁγίων οἱ δῆμοι, περὶ Θεόν, χορεύουσι μάκαρ, τοὺς σὲ νῦν γεραίροντας, μεσιτεύων πρὸς σὲ ἕλκυσον.
Μετέστης γηθόμενος, πρὸς ἐφετῶν τὸ ἀκρότατον, πρὸς τὸ μόνον τῷ ὄντι σαφῶς μακάριον, πρὸς τὸ πανυπέρτατον κάλλος, πρὸς τὴν ζωὴν τὴν ὄντως ἀγήρω, πρὸς φῶς τὸ ἀνέσπερον, θεοφόρε Πάτερ Στέφανε. Ὡς ἥλιος ἔλαμψας, ἐν μοναστῶν συστήμασιν, ἁπαλῶν ἐξ ὀνύχων καθιερούμενος, καὶ ὥσπερ ἀκτῖνας ἐκπέμπων, τὰς ἀρετάς, τῆς σῆς πολιτείας, γλυκύτατε Στέφανε, θεοφόρε Πάτερ Ὅσιε.
|
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου