Χ Ρ Ι Σ Τ Ο Σ Α Ν Ε Σ Τ Η

Α Λ Η Θ Ω Σ Α Ν Ε Σ Τ Η Ο Κ Υ Ρ Ι Ο Σ Μ Α Σ
ΕΑΝ ΘΕΛΕΤΕ
ΕΠΙΣΚΕΦΘΕΙΤΕ
ΤΙΣ ΠΑΡΑΚΑΤΩ
ΔΗΜΟΣΙΕΥΜΕΝΕΣ ΞΕΝΕΣ ΙΣΤΟΣΕΛΙΔΕΣ

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ τοῦ Πάσχα, αὐτὴν τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
Χριστὸς κατελθὼν πρὸς πύλην ᾍδου μόνος
Λαβὼν ἀνῆλθε πολλὰ τῆς νίκης σκῦλα.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. γ'.
Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἦχος πλ. α'
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Θάμβος βλέπειν Κρήσκεντα τοῦ πυρὸς μέσον, Ἡγούμενον λειμῶνα τερπνὸν τὴν φλόγα. Κάτθανε καὶ Κρήσκης πέμπτῃ δεκάτῃ πυρὶ λαύρῳ. |
Βιογραφία Ο Άγιος Κρήσκης καταγόταν από τα Μύρα της Λυκίας και έζησε την εποχή της παντοδυναμίας της ειδωλολατρίας. Μαθητής του Αποστόλου Παύλου, ο Άγιος επέδειξε σε όλη τη διάρκεια της ζωής του αξιοθαύμαστη ευσέβεια. Ακόμη και σε προχωρημένη ηλικία δεν έπαυσε να αγωνίζεται για την επιστροφή των ειδωλολατρών στη χριστιανική πίστη. Όταν ο έπαρχος της πόλης πληροφορήθηκε τη χριστιανική του δράση κάλεσε τον Άγιο και του συνέστησε να σταματήσει να κηρύττει διότι βάζει σε κίνδυνο τη ζωή του και θα ήταν άδικο να υποστεί μαρτυρικό θάνατο στα γεράματά του. Όμως ο Κρήσκης με σεμνότητα αλλά και ασυνήθιστη για την ηλικία του γενναιότητα του απάντησε ότι τα βασανιστήρια θα ήταν γι' αυτόν ευεργεσία και ο επαπειλούμενος θάνατος κέρδος. |
Ἀπολυτίκιον Ἦχος α’. Τῆς ἐρήμου πολίτης. Τῷ τῆς πίστεως ζήλω πτερωθεῖς τὴν διάνοιαν, πρὸς ἀθλητικὸς ἀριστείας ἀνδρικῶς προσεχώρησας, καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, βασάνους ὑπὲρ φύσιν ἐνεγκῶν διὰ τοῦτο ἐδοξάσθης παρὰ Θεοῦ, Κρήσκη Θεομακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον Ἦχος δ’. Ταχύ προκατάλαβε Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Κοντάκιον Ἦχος πλ. δ’. Εἰ καὶ ἐν τάφῳ Εἰ καὶ ἐν γήρᾳ ἐδέξω τὴν ἄθλησιν, ἀλλά νεάζον ἐκτήσω τὸ φρόνημα, καὶ τὴν ἔπαρσιν τοῦ ἐχθροῦ, καθεῖλες στεῤῥῶς, συνεργόν ἐν ἀγῶσι τὸν Λόγον κτησάμενος· οὗ τὸ πάθος δοξάσας, τῆς τούτου ἐγέρσεως, μέτοχος ὤφθης, ὦ Κρήσκη πολύαθλε. |

ΕΑΝ ΘΕΛΕΤΕ
ΕΠΙΣΚΕΦΘΕΙΤΕ
ΤΙΣ ΠΑΡΑΚΑΤΩ
ΔΗΜΟΣΙΕΥΜΕΝΕΣ ΞΕΝΕΣ ΙΣΤΟΣΕΛΙΔΕΣ
ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΛΕΩΝΙΔΑ

Σκότος συνέσχε τὰς Ἀθήνας ἀθρόον, Δύναντος αὐταῖς ἡλίου Λεωνίδου. |
Βιογραφία Στους Συναξαριστές αναφέρεται ότι ο Άγιος Λεωνίδης, Επίσκοπος Αθηνών, κοιμήθηκε με ειρήνη το έτος 250 μ.Χ. Σε κάποιους από τους Κώδικες αναφέρεται ως Μάρτυς, γεγονός όμως που δεν αποδεικνύεται. |
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε. Ποιμὴν ἱερώτατος, καὶ Ἱεράρχης σοφός, τῆς πόλεως γεγονός, τῶν Ἀθηνῶν τῆς κλεινῆς, Λεωνίδα μακάριε, ὅθεν ἱερατεύσας, τῷ Σωτήρι ὁσίως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὴν πλάνην καθεῖλες. Καὶ νῦν Πάτερ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε. |



Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου