| ||||
Ἀπολυτίκιον
Ἦχος α’. Χορός Ἀγγελικός.
Ὡς ἄστρον φαεινόν, ἐκ νυκτὸς τῆς ἀπάτης, ὦ Λουκιλλιανέ, εὐσεβῶς ἀναλάμψας νομίμως
ἠγώνισαι καὶ τὸν δόλιον ἔκτεινας· ὅθεν πρέσβευε σὺν τῇ θεόφρονι Παύλῃ
καὶ τοῖς τέσσαρσι παισὶ Χριστῷ, ἀθλοφόρε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες, αὐτοὶ γὰρ τὴν ἡμῶν,
σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως,
οὖτοι βρύουσι τῶν ἰαμάτων τὴν χάριν, οὖτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων,
ὡς φύλακες τῆς πίστεως.
Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Μεγαλύνομέν σε
Λογικοῦ λειμῶνος, ἄνθη βλέποντες, Χριστοῦ εὐωδέστατα, τοὺς Μάρτυρας σήμερον, τιμαῖς μεγαλύνομεν.
Ἑωσφόροι φανέντες, ἀληθῶς τῇ Ἐκκλησίᾳ, Χριστοῦ τοῦ Θεοῦ, οἱ Μάρτυρες λάμπουσι, τῆς ὁμολογίας τὸ φῶς.
Ὁ παθῶν ὀδύνας, ταῖς εὐχαῖς τῶν, Ἀθλοφόρων ἰώμενος, κἀμοῦ νῦν θεράπευσον, τὸ ἄλγος Φιλάνθρωπε.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου