Σάββατο, 23 Ιουλίου 2016




Δ Ε Ι Τ Ε
ΦΩΤΟΓΡΑΦΙΚΟ ΥΛΙΚΟ
ΤΗΣ ΙΕΡΑΣ ΠΑΝΗΓΥΡΕΩΣ ΜΑΣ







Ανακομιδή Ιερών Λειψάνων του Αγίου Φωκά του Νέου από τη Σινώπη

Εορτάζει στις 23 Ιουλίου εκάστου έτους.











Την Ανακομιδή των Ιερών Λειψάνων του Αγίου Ιερομάρτυρος Φωκά του εκ Σινώπης του Πόντου τιμά η Εκκλησία μας την 23η Ιουλίου και στον Ιερό Ναό της Αγίας Παρασκευής Κλεινού Καλαμπάκας,όπου φυλάσσεται τμήμα των Ιερών Λειψάνων του 





Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ, φωτίσαν,
Σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον.

Έτερον εις την ανακομιδήν του λειψάνου αυτού.

Nέαν κιβωτόν Iσραήλ αίρει νέος,
Φωκά νεκρόν φέρουσαν ως άλλας πλάκας.

Εἰκάδι τῇ τριτάτῃ Φωκᾶ νεκρὸς ἀμφεκομίσθη.

Ἀπολυτίκιον
Ἦχος γ’. θείας πίστεως.

Φῶς ἐκλάμπουσα, τῶν ἰαμάτων, κόσμω δέδεικται, τῶν σῶν λειψάνων, Ἱερομάρτυς ἡ θήκη ἡ ἔνθεος, ἧς τὴν σεπτὴν κομιδὴν ἑορτάζοντες, ἁγιασμὸν ἀληθῆ κομιζόμεθα. Φωκὰ ἔνδοξε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Ἕτερον Ἀπολυτίκιον

Ὡς θησαυρὸν ἀνέκλειπτον τῆς δωρεᾶς τοῦ Πνεύματος, τῶν ἱερῶν σου λειψάνων τὴν λάρνακα περικυκλοῦντες, ἔνδοξε, ψυχικῶν νοσημάτων καὶ παντοίων παθῶν ἰάσεις λαμβάνομεν. Φωκᾶ, ἀνευφημοῦντες τὰ θεῖά σου κατορθώματα.











Άγιος Φωκάς Ιερομάρτυρας ο Θαυματουργός








Εορτάζει στις 22 Σεπτεμβρίου εκάστου έτους.


Φωκᾶ, τὸ λουτρὸν σμήγματος παντὸς δέχου.
Λουτρὸν γὰρ ἦν ἀγῶνος, οὐ καθαρσίου.
Εἰκάδι δευτερίῃ λουτρὸν πέφνεν ἔνδοθι Φωκᾶν.
Βιογραφία
Πατρίδα του Αγίου Φωκά ήταν η Σινώπη του Ευξείνου Πόντου. Οι γονείς του Πάμφυλος (ναυπηγός στο επάγγελμα) και Μαρία μεταλαμπάδευσαν στο Φωκά από την παιδική του ηλικία τη φλόγα της αγνής πίστης τους και τη θερμή ευσέβεια τους. Ο Φωκάς από μικρό παιδί εντρυφούσε στην ανάγνωση των Γραφών, και εκείνο που ιδιαίτερα τον διέκρινε ήταν η θερμή και ειλικρινής αγάπη που είχε προς το Θεό, αλλά και προς τους συνανθρώπους του. Διότι οδηγό στην αγάπη του αυτή είχε πάντα τα θεόπνευστα λόγια της Αγίας Γραφής: «Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει,... ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τὴ σκοτία ἐστι» (Α' επιστολή Ιωάννου, Β' 10-11). Εκείνος, δηλαδή, που αγαπά τον αδελφόν του, μένει μέσα στο πνευματικό και ηθικό φως. Ενώ αντίθετα, εκείνος που μισεί τον αδελφό του, μένει μέσα στο πνευματικό και ηθικό σκοτάδι.

Αναδείχθηκε Επίσκοπος Σινώπης και ευτύχησε να έχει το χάρισμα της επιτέλεσης θαυμάτων στο όνομα του Τριαδικού Θεού. Ανέπτυξε έντονη ιεραποστολική δραστηριότητα στην περιοχή της Επισκοπής του, γεγονός που δεν πέρασε απαρατήρητο σε κάποιους φανατικούς ειδωλολάτρες. Πράγματι, ο Έπαρχος Αφρικανός, διέταξε την σύλληψή του και τον έριξαν σε καυτό λουτρό, όπου και παρέδωσε το πνεύμα του, επί των χρόνων του αυτοκράτορος Τραϊανού (98 - 117 μ.Χ.).

Ιερά Λείψανα: Μέρος της Κάρας του Αγίου βρίσκεται στην Ιερά Μονή Ξενοφώντος Αγίου Όρους.
Αποτμήματα του Ιερού Λειψάνου του Αγίου βρίσκονται στις Ιερές Μονές Σταυρονικήτα Αγίου Όρους και Παναγίας Σουμελά Βερμίου.

Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἐκ βρέφους τοῦ Πνεύματος, ὀφθεῖς δοχεῖον λαμπρόν, θαυμάτων ἐπλούτησας, τὴν παρ' αὐτοῦ δωρεάν, Φωκὰ Ἱερώτατε, ὅθεν ἱερουργήσας, τῷ Σωτηρι ὁσίως, ἔπιες ἐν ἀθλήσει, τὸ ποτήριον τούτου, ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Κοντάκιον
Ἦχος πλ. γ’. Ἡ Παρθένος σήμερον.

Τοῦ Ἁγίου Πνεύματος, τὴν πλουσιόδωρον χάριν, ὡς πηγὴν θεόβρυτον, ἐν τῇ ψυχῇ κεκτημένος, ἔσβεσας, πόνων ἱδρῶσι πλάνης τὴν φλόγα, βρύεις δὲ, θαυμάτων ῥεῖθρα τοῖς ἐκβοῶσι· χαίροις κλέος Ἱερέων, καὶ τῶν Μαρτύρων Φωκᾶ μακάριε.

Μεγαλυνάριον

Τοῦ Εὐαγγελίου μυσταγωγός, ἱερῶν θαυμάτων, θεοδόξαστος αὐτουργός, Ἐκκλησίας στῦλος, Φωκᾶ Ἱερομάρτυς, ἐδείχθης διασώζων, τοὺς προσιόντας σοι.








Ψαλλομένη  τῇ 23η Ἰουλίου



ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'Τῶν οὐρανίων ταγμάτων, δευτεροῦντες αὐτά.
Ἀθλητικῶν ἐξ αἱμάτων, κρατῆρα πλήσας πιστοῖς, ἰάσεις ἐπαρδεύει, καὶ τὰς νόσους ἐλαύνει, Φωκᾶς ὁ Χριστομάρτυς, ἐν ὑψηλῷ, μαρτυρίας κηρύγματι, πάντα καλῶν, οἱ διψῶντες δεῦτε πιστῶς, ποταμοὺς χαρίτων δρέψασθε.
Τῆς ἀθεΐας τὴν πλάνην, θείᾳ ἐνστάσει σου, πολυθεΐας ζάλην, τῆς Τριάδος δυνάμει, Φωκᾶ Μάρτυς ἐκτρέψας, ξίφους ἀκμήν, τοῦ πυρός τε τὴν ἔκκαυσιν, καὶ νιφετούς τῶν βασάνων βέλη σαφῶς, ὡς νηπίων ἐκαρτέρησας.
Τοῦ ζωοοδότου σὺ κήρυξ, Θεοῦ γενόμενος, τυράννων καθαιρέτης, Ἀθλητὰ ἀνεδείχθης, καὶ θεῖος ἀθλοφόρος· ὅθεν ζωήν, τῷ ἀθανάτῳ πιστούμενος, πρὸς τὴν ἀνέσπερον ἔβης μαρμαρυγήν, τοῦ Θεοῦ Φωκᾶ μακάριε.

Δόξα. Ἦχος δ'.
Ἐκ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Φωκᾶ παμμακάριστε, Ἱερομάρτυς σοφέ· τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ ἐπ' ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς ἀληθείας, δι' ἧς τῶν Ἀγγέλων ὑφέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ κόσμου πρεσβευτής, ὤφθης διαπρύσιος.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου.Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός,καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου.Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ὅλον ἀνατέθεικας, τῷ ὑπέρ σου ὑπομείναντι, τὸ σωτήριον πάθημα, σεαυτὸν πανεύφημε, διὰ μαρτυρίου, αἵματι προθύμως, εὐαρεστῆσαι καὶ αὐτῷ, προσκολληθῆναι Πάτερ ἐσπούδασας, ἐντεῦθεν καὶ δεδόξασαι, καὶ τῶν θαυμάτων ἐπλούτισας, τὴν ἐνέργειαν πάνσοφε, παρ’ αὐτοῦ στεφανούμενος.

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν...
Ἀνόμων φρυάγματα, καὶ τῶν δαιμόνων σεβάσματα, τῇ τῶν ἄθλων στεῤῥότητι, Φωκᾶ καταβέβληκας, τὸν Σωτῆρα πάντων, τρανῶς καταγγέλων, καὶ τῶν πιστῶν φωταγωγῶν, τὰς διανοίας θεομακάριστε, καὶ ζόφον ἐξαιρούμενος, εἰδωλικῆς ματαιότητος, φωτισμῷ τῶν θαυμάτων σου, καὶ ἀγώνων λαμπρότητι.

Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Λιμένα σωτήριον, οἱ κινδυνεύοντες ἔχομεν, σὲ Φωκᾶ παναοίδιμε, τοῦ βίου τοῖς κύμασι, καὶ βυθῷ πταισμάτων, καὶ θλίψεως σάλῳ, καθικετεύομεν πιστῶς, ταῖς σαῖς πρεσβείαις ἡμᾶς περίσωζε, ἐκ πάσης περιστάσεως, τοὺς τὴν σὴν μνήμην γεραίροντας, δυσωπῶν τὸν φιλάνθρωπον, καὶ Δεσπότην καὶ Κύριον.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν Ἱερεύσι καὶ Μάρτυσι διαπρέψας, ἱερώτατε Πατὴρ ἡμῶν Φωκᾶ, πιστὸς ἀνεδείχθης ποιμήν, καὶ Χριστοῦ πιὼν τὸ ποτήριον. Διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ τῷ Χριστῷ, πρέσβευε σὺν τοῖς ἄνω λειτουργοῖς τῇ Ἁγίᾳ Τριάδι, ἧ ἀδιαλείπτως παρίστασαι, ὑπὲρ ἡμῶν τῶν μετὰ πόθου καὶ πίστεως ἐκτελούντων τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου...

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀστέρα πανέκλαμπρον καὶ φωτοφόρον Φωκᾶ, ἐν ὕψει σὲ ἔθετο, τῆς Ἐκκλησίας Χριστός, θαυμάτων ταῖς λάμψεσι, πάντων τὰς διανοίας, καταυγάζοντα ὄντως, μειοῦντα καὶ ὀμίχλην τῶν δεινῶν νοσημάτων, τῶν πίστει προσιόντων τῇ σκέπῃ σου θεόληπτε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον...

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς Μάρτυς καὶ ποιμήν, ἱερῶς ἐδοξάσθης, τῷ αἵματι στολήν, τὴν τῆς ἱερωσύνης, φοινίξας λαμπρότατα, καὶ Κυρίῳ παρίστασαι, ὅθεν σήμερον, ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἑορτάζει σου, τὴν ὑπερένδοξον μνήμην, Φωκᾶ παμμακάριστε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ χάρις τοῦ Πνεύματος ἐν σοὶ σκηνώσασα, πηγὴν σὲ ἀνέδειξε, πολλῶν χαρίτων Φωκᾶ, πλουσίως ἐκβλύζουσαν, ὅθεν καὶ τοῖς πλωτῆρσι, βοηθεὶς καθ’ ἑκάστην, πίστει ἐπιζητοῦσι, τὴν σὴν βοήθειαν Πάτερ, σὺν τούτοις καὶ ἡμῖν ἱλασμόν, νέμοις θεόσοφε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μνη κυσασατν ποιητν τοῦ παντς, ἡ μόνη κοσμσασατν νθρωπτητατῷ τκσου χραντε, ῥῦσαί με τν παγδωντοῦ δολου Βελαρστσν με πὶ πτραντν Χριστοθελημτωνατν κδυσωποσα κτενς, ὃν σωμτωσας.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ὅμοιον.
Ἐπέστη φιλέορτοι λαμπρὰ πανήγυρις, ἡ μνήμη τοῦ θεόφρονος καὶ Ἱεράρχου Φωκᾶ, εὐφραίνουσα τὰ πέρατα, λάμπουσα ταῖς ἀκτῖσι, τῶν θαυμάτων ἐν κόσμῳ, φέρουσα τοῖς ἀνθρώποις τὴν ἀένναον χάριν, πρεσβεύει γὰρ τῷ Κυρίῳ, σῶσαι τὸ γένος ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ Παναμώμητε καὶ ἀπειρόγαμε, ἡ μόνη τὸν ἄχρονον, Υἱὸν καὶ Λόγον Θεοῦ, ἐν χρόνῳ κυήσασα, τοῦτον σὺν τοῖς Ἁγίοις, καὶ σεπτοῖς Πατριάρχαις, Μάρτυσι καὶ Προφήταις, καὶ Ὁσιοις δυσώπει, δωρήσασθαι ἡμῖν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον:Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένη.

Εὐαγγέλιον, ζήτει εἰς τὰς ΙΓ΄ Νοεμβρίου, εἰς τὸν Ὄρθρον.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν:Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον.Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τίς ἐπαξίως τῶν ἀρετῶν σου διηγήσεται τὰ τρόπαια; ποῖον στόμα τοῦ μαρτυρίου τὴν καρτερίαν ἀποφθέγξοιτο; ἐν ἀμφοτέροις γὰρ ἠρίστευσας Φωκᾶ μακάριε. Ἀλλὰ μὴ παύση δυσωπῶν εὐαρεστήσας Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν, ὡς ἔχων Ἱερομάρτυς παῤῥησίαν πολλήν.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου β΄. Ὁ α΄ Κανών, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων): Φωκᾶς ὁ φωστήρ, πᾶσιν ἐκλάμπει χάριν.

ᾨδὴ α'. Ἦχος δ'Θαλάσσης τὸ ἐρυθραῖον.
Φωτός σε, τῆς θεϊκῆς κατηύγασαν ἀκτῖνες ἔνδοξε, ὑπερφυοῦς προνοίας ἐξ αὐτῶν, τῶν ὠδίνων μακάριε· διὸ φωστὴρ ὑπέρλαμπρος, Φωκᾶ ἐδείχθης ἐν τοῖς πέρασιν.
 
Ὡς φοίνιξ, ὑψιτενὴς ἀνέδραμες, ἐκ βρέφους ἔνδοξε, τῶν ἀρετῶν εἰς ὕψος νοητόν, καὶ καρποὺς τοὺς τῶν ἄθλων σου, πληθύνας κατεγλύξανας, πάντας μεθέξει τῶν θαυμάτων σου.
 
Καθεῖλες, τὰ τῶν βωμῶν ἱδρύματα, τῆς ἀθεότητος, τῇ μηχανῇ τῶν λόγων σου Σοφέ, καὶ Χριστοῦ διετήρησας, τὴν Ἐκκλησίαν ἄσειστον, κατοχυρώσας τοῖς διδάγμασιν.
 
Ἀφ' ὕψους, τῆς ἀπονοίας ἔῤῥιψας, νοῦν ὑπερήφανον, ἐν τῇ ἁπλῇ τῶν λόγων καθελών, τοῦτον χάριτι Ὅσιε, καὶ κατ' αὐτοῦ τὰ τρόπαια, ἀθλητικαῖς νίκαις κεκλήρωσαι.
Θεοτοκίον.
Γεννήτωρ, ἐν Παραδείσῳ γέγονε, φθόνος θανάτου βροτοῖς, ὃν γεννηθεὶς Πανάχραντε ἐκ σοῦ, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός, μετˈ ἤχου ἐξηφάνισεν, ἀθανασίαν δοὺς τῷ γένει ἡμῶν.

Ἕτερος, οὗ ἡ Ἀκροστιχίς: Τῷ παμμεγίστῳ Φωκᾷ, τοὺς ὕμνους πλέξω. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. δ’. Τῷ συντρίψαντι πολέμους.
Τῷ φωτὶ τῷ ἀπροσίτῳ παριστάμενος Φωκᾶ, φώτισόν μου δέομαι, τὸν λογισμὸν σοφέ, καὶ τὴν καρδίαν τοῦ ἀνευφημῆσαι τὴν ἁγίαν σου σήμερον ἄθλησιν.

Ὡραιώθης παιδόθεν, θείαν σύνεσιν Φωκᾶ ἐσχηκῶς, καὶ χάριτος ἀξιωθεὶς ἐπιτελεῖν σημεῖα, καὶ ἀποδιώκειν πονηρότατα πνεύματα πάνσοφε.

Πλήρης χάριτος ὑπάρχων, πλήρης γνώσεως Θεοῦ ἔσχες ἐνοικούσαν σοι, πνεύματος θειου δύναμιν θεόφρον, δι’ ἧς ὥσπερ ἥλιος ἐξέλαμψας, φωταγωγῶν τοὺς πιστούς.
 
Θεοτοκίον.
Ἀπειράνδρως ἐν γαστρί Σου, τὸν ἀχώρητον Θεόν, ἔσχηκας χωρούμενον Θεογεννῆτορ ἀστενοχωρήτως, Ὃν ὑπὲρ ἡμῶν Θεοχαρίτωτε, ἀεὶ ἱκέτευε.

ᾨδὴ γ'Εὐφραίνεται ἐπὶ Σοί.
Συνήρμοσας τῶν πιστῶν, τὴν συμφωνίαν εἰς Χριστοῦ αἴνεσιν, καὶ ἀθεΐας φωνάς, Μάρτυς τῇ ἐνστάσει συνέχεας.

Ὁ πόθος σε τοῦ Θεοῦ, τῶν ἀπὸ γῆς πρὸς οὐρανὸν εἵλκυσε, καὶ νοεραῖς τάξεσιν, ἐν σαρκὶ ἀθλοῦντα ἠρίθμησεν.

Φωτίσας ταῖς ἀστραπαῖς, τῶν σῶν θαυμάτων τοὺς πιστούς, ἔσβεσας, τῆς ἀθεΐας πυρσούς, ἐν τοῖς ὄμβροις Μάκαρ τῶν λόγων σου.

Ὡς χρώμασι φαεινοῖς, Ἱερωσύνης τὴν στολὴν ἔβαψας, ἀθλητικοῖς αἵμασι, καὶ Χριστῷ φωτὶ ἱερούργησας.

Θεοτοκίον.
Ἐῤῥάγη τὸ τῆς ἀρᾶς, ἡμῶν μεσότοιχον ἁγνὴ Δέσποινα, τῷ ὑπὲρ νοῦν τόκῳ σου, καὶ τῇ θείᾳ φύσει συνήφθημεν.

Ἕτερος. Ἐστερεώθη ἡ καρδία μου.
Ἱερωτάτην ἐκ παιδόθεν σύνεσιν ἔσχες, καὶ μέχρι γήρως τε καὶ πρεσβείου, θεοφόρε τὸν Θεὸν ἐθεράπευσας, ἐντεῦθεν δόξης ἐπέτυχες.

Σοῦ τὴν μεγίστην ἐπιτίμησιν Θεοφόρε, μὴ φέρων δαίμων ὁ ἐν τῷ πλοίω, δραπετεύει καὶ Χριστὸς μεγαλύνεται, τοῖς ἔργοις τοῖς σοῖς θαυμάσιε.

Τὰς κατὰ πόλιν ἀριστείας σου τοὺς ἀγώνας, τοὺς δρόμους καὶ ἀγαθοεργίας, τίς ἀνυμνήσει ἀξίως θαυμάσιε; Μαρτύρων κλέος καὶ καύχημα.

Θεοτοκίον.
Ὡς ἀνωτέρα τῶν Ἀγγέλων καθυπεδέξω, ἐν μήτρᾳ ἄχραντε τὸν Δεσπότην, τῶν Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, διό Σε πιστοὶ γεραίρομεν.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν Μάρτυρα Χριστοῦ, καὶ σοφὸν Ἱεράρχην, ὑμνήσωμεν πιστοί, Φωκᾶ θεῖον πάντες, τὸν δρόμον γὰρ τετέλεκε, καὶ τὴν πίστιν τετήρηκε, καὶ τῷ αἵματι, τῆς ἑαυτοῦ μαρτυρίας, χαίρων ἄνεισιν, εἰς οὐρανοὺς μετὰ δόξης, πρεσβεύων τοῦ σωθῆναι ἡμᾶς.

Δόξα. Ἦχος δ'Ταχὺ προκατάλαβε.
Θυσίαν ἀναίμακτον, Χριστῷ προσφέρων Φωκᾶ, θυσίαν προσήνεγκας, σαυτὸν δι' αἵματος, Ἱεράρχα θεόληπτε· ὅθεν ἐν εὐφροσύνῃ, αὐλιζόμενος Πάτερ, μνήσθητι τῶν ἐν πίστει, ἐκτελούντων τὴν θείαν, καὶ εὔσημον ἡμέραν τῆς σῆς ἀθλήσεως.

Θεοτοκίον.
Ἡ μόνη κυήσασα,τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Πάναγνε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἀεί, ὃν ἐσωμάτωσας.

ᾨδὴ δ'Ἐπαρθέντα Σε ἰδοῦσα.
Σὺ σαλεύουσαν πελάγει τῆς ἀσεβείας, τὴν Ἐκκλησίαν εἵλκυσας, Φωκᾶ εἰς λιμένας, τοὺς τῆς εὐσεβείας Χριστοῦ, ἀπαύστως κραυγάζουσαν· δόξα τῇ δυνάμει Σου Κύριε.

Τὸ γεῶδες ἐκτινάξας ζωῆς σαρκώδους, καὶ βιοτεύων ἔνδοξε, ἐν σαρκὶ πορείαν, ἄϋλον διήνυσας, Φωκᾶ· ὅθεν χάριτι, Ἄγγελος ἐν σώματι πέφυκας.

Ἡ ἀκένωτος πηγὴ σε τοῦ Παρακλήτου, τῶν νοητῶν ἐπληρωσε, καὶ θείων θαυμάτων, Ἱεράρχα ἔνδοξε, καὶ πᾶσι προτέθεικε, ποταμὸν χαρίτων ἀείρυτον.

Θεοτοκίον.
Ὡς παράδοξα καὶ ἄῤῥητα Θεοτόκε, τὰ τοῦ καινοῦ σου τόκου, ἀληθῶς ὑπάρχει, ξένα καὶ παράδοξα, ἐν οἷς ἡ διάνοια, καὶ ὁ νοῦς ἡττᾶται πανάχραντε.

Ἕτερος. Εἰσακήκοα τὴν ἀκοήν Σου Κύριε.
Φωστῆρα σὲ λάμποντα, δικαιοσύνης ἔγνωμεν ἔργοις, καὶ μαρτυρίας ἀεὶ φωτοβόλοις λάμψεσι, φωταγωγοῦν τὰς καρδίας τῶν πιστῶν, καὶ νοσημάτων τὴν ἀχλὺν ἔνδοξε διώκοντα.

Κυβερνήτην ἔχοντες οἱ θαλαττεύοντες θεοφόρε, τὴν σὴν πρεσβείαν ἀεὶ βαρυτάτου κλύδωνος ἀπολυτροῦνται, ὑμνοῦντες διὰ σοῦ τὸν παρεχόμενον αὐτοῖς, λύτρωσιν σωτήριον.

Ὡραῖος ἐν κάλεσι, τῆς μαρτυρίας Φωκᾶ, ἐδείχθη περιστερὰ γὰρ Θεοῦ κορυφῆ τιμία σου, προκαθεσθεῖσαν ἐδήλωσας σοφέ, πάθους σὲ θεῖον κοινωνὸν ἔσεσθαι ἐν πνεύματι.

Θεοτοκίον.
Ἀμόλυντε ἄσπιλε μεμολυσμένην μου τὴν καρδίαν, τοῖς βλαβεροῖς λογισμοῖς, καὶ ταῖς παραβάσεσιν, ἐσπιλωμένην καθάρισον ταῖς Σαῖς πρὸς τὸν πανάγαθον Θεόν, θείαις παρακλήσεσιν.

ᾨδὴ ε'Σὺ Κύριέ μου φῶς.
Πορθήσας τὰ ἐχθροῦ, ὦ Φωκᾶ ὄχυρώματα, δυνάμει τῇ τῶν θαυμάτων, τοὺς ῥυσθέντας Κυρίῳ, ὡς σκῦλα προσενήνοχας.

Ἀντώθησας σοφέ, κατὰ σοῦ τὰ πεμπόμενα, τοξεύματα εἰς καρδίας, τῶν βαλλόντων, αὐτὸς δέ, ἐσώθης ἀπαράτρωτος.

Συνέθλασας Φωκᾶ, κεφαλὴν τὴν τοῦ δράκοντος, πατήσας τοῦτον γενναίως, τῇ ἐνθέῳ δυνάμει, τῆς στεῤῥᾶς σου ἀθλήσεως.

Θεοτοκίον.
Ῥανάτω οὐρανός, εὐφροσύνην καὶ χάριν ἐν γῆ· ἀνέδωκε νῦν γὰρ αὕτη, εὐφροσύνην εἰς ὕψος, τὴν μόνην Θεομήτορα.

Ἕτερος. Κύριε ὁ Θεὸς ἡμῶν.
Τίμιος ὥσπερ διερχόμενος Ὅσιε, τοὺς θρηνώδοις λίθοις λαούς, πρὸς Θεοῦ τὴν πίστιν μετήγαγες τοῖς λόγοις σου, καὶ θαυμάτων ἐπιδείξεσιν.

Ὅσιος ἐν Ὁσίοις ἀναδέδειξαι ἔνδοξε, καὶ ἐν Μάρτυσι περιφανής, θαυμαστῶς ἀθλήσας, καὶ τὸν πολέμιον νικήσας Φωκᾶ θαυμάσιε.

Ὕμνησαν τῶν Ἀγγέλων τὰ στρατεύματα, βλέψαντα ἐναθλοῦντά σε Μάρτυς στεῤῥῶς, καὶ τοὺς ἀσωμάτους τροπούμενον δαίμονας, ἐν τῷ φθαρτῷ σου μάκαρ σώματι.

Θεοτοκίον.
Σῶσόν με κυματούμενον, τοῦ βίου πάθεσιν Ἄχραντε, καὶ κυβέρνησον πρὸς γαληνὸν ἀπαθείας ὅρμον, ἁπάντων βοήθεια Χριστιανῶν Θεοχαρίτωτε.

ᾨδὴ ς'Θύσω Σοι, μετὰ φωνῆς.
Ἰλύος, καὶ βυθοῦ ἀθεότητος ἔνδοξε, τὴν σὴν ἀνείλκυσας ποίμνην, ἣν ἀποκαθάρας, υἱοθεσίας, τῷ ὕδατι, πρὸς τὸ φῶς τὸ τῆς χάριτος ὕψωσας.

Νέφεσιν, ὁ τιθεὶς ἑαυτοῦ τὴν ἐπίβασιν, ἀεροδρόμῳ πορείᾳ, σὲ Φωκᾶ ἐδόξασε τοῦ προφθάνειν,τοὺς αἰτοῦντας, ἐν κινδύνοις θαλάσσης καὶ θλίψεως.

Ἔλυσας, συμπλοκὰς τὰς τοῦ ψεύδους καὶ ἔδησας, ματαιοῤῥήμονας γλῶσσας, τοῖς τῆς ἀληθείας δεσμοῖς θεόφρον, καὶ ἐν κόσμῳ, τὸν τῆς πίστεως λόγον ἐκήρυξας.

Θεοτοκίον.
Ἑνώσεως, ἀκηράτου καρπὸν ἀνεβλάστησας, Θεοκυῆτορ τῷ κόσμῳ, ἀειζώου πρόξενον ἀφθαρσίας, δεικνυμένης, τοῖς ἐν πίστει καὶ πόθῳ τιμῶσί σε.

Ἕτερος. Ὡς τὸν Προφήτην ἐῤῥύσω.
Ὑποφωνεῖ σοι τὸ μέλλον, ἀνθρωπίνη φωνὴ παναοίδιμε, ποτήριον λέγουσα πιεῖν σε σωτήριον, ἡ σταλεῖσά σοι περιστερὰ ἄνωθεν.

Μετὰ μυρίους ἱδρῶτας, μετὰ πόνους ἀπείρους τοῦ σώματος, ξίφει τὴν ἁγίαν σου κεφαλήν, ὑπέκλινας καὶ τοῖς αἵμασι τὴν γῆν καθηγίασας.

Νεκροῖς ξοάνοις μὴ νείμας, ἀλογώτατον σέβας πανόλβιε, νέκρωσιν ὑπέμεινας καὶ ζῆς μετὰ θάνατον, διὰ τοῦτό σε Φωκᾶ μακαρίζομεν.

Θεοτοκίον.
Ὁ κατοικῶν ἐν ὑψίστοις, τὴν ἁγίαν Σου μήτραν κατώκησε, σαρκὸς ὁμοιώματι κόσμῳ φανερούμενος, διὰ τοῦτό Σε ἄχραντε δόξαζομεν.

Κοντάκιον. Ἦχος πλ. β΄. Τὴν ὑπὲρ ἡμῶν.
Ὡς Ἀρχιερεὺς προσφέρων Πάτερ θυσίας, τέλος σεαυτὸν προσῆξας ζῶσαν θυσίαν, μαρτυρήσας ἐννόμως Χριστῷ τῷ Θεῷ ὑπ’ Ἀγγέλων θαρσυνόμενος καὶ τὸν θάνατον αἱρούμενος, καὶ παρῶν τοῖς ἐκβοῶσί σοι· ἔλθε Φωκᾶ μεθ’ ἡμῶν καὶ οὐδεὶς καθ’ ἡμῶν.

Ὁ Οἶκος.
Τὴν ζωὴν ἐν οὐρανοῖς ἐπιποθοῦντες, χείλη ἐκκαθάρωμεν, καὶ τὰς γλῶσσας ἁγνίσωμεν, ᾄσματα καὶ ἐφύμνια ἂς πλέξωμεν ἀξίως Φωκᾶ τῷ Ἱεράρχῃ, ἐπὶ γὰρ τὰς οὐρανίους πύλας ἐλθὼν, ἀκώλυτον εὗρε τὴν εἰς τὰ εἴσω πορείαν, καὶ ἀτενίζει τῷ ποθουμένῳ ὑπὸ Ἀγγέλων δοξαζομένῳ, ἐντεῦθεν γὰρ καὶ δύναται ὑπὲρ ἡμῶν ἱλάσκεσθαι τὸν μόνον εὐσυμπάθητον τοῖς ψυχικοῖς νοσήμασιν ὡς μαρτυρήσας αὐτῷ, ἀνυμνῶ οὖν αὐτὸν καὶ ἐκβοῶμεν αὐτῷ, ἐπιβλέπεις ἐφ’ ἡμᾶς· ἔλθε Φωκᾶ μεθ’ ἡμῶν καὶ οὐδεὶς καθ’ ἡμῶν.

Σ υ ν α ξ ά ρ ι ο ν.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ, ἤτοι τῆς ἀνακομιδῆς τοῦ λειψάνου αὐτοῦ.

Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ,φωτίσαν,
σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον.
Νέαν κιβωτό, Ἰσραὴλ αἴρει νέος,
Φωκᾶ νεκρὸν φέρουσαν, ὡς ἄλλας πλάκας.
Εἰκάδι τῇ τριτάτῃ Φωκᾶ νεκρὸς ἀμφεκομίσθη.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Καθηλωθέντα, τῷ τοῦ Χριστοῦ σε πόθῳ Μάρτυς σοφέ, πλήθη φοβερῶν βασάνων καὶ ἀπειλῶν, οὐ κατέσεισαν οὐχ εἵλκυσαν, ἐκ γενναιότητος, τῆς πρὸς αὐτὸν συναφείας καὶ σχέσεως.

Λύτρον τῷ δόντι, ὑπὲρ ἡμῶν τὸ αἷμα τὸ ἑαυτοῦ, αἷμα τὸ οἰκεῖον Μάρτυς ὡς προσφοράν, ἀντιδέδωκας καὶ ἔψαλλες· εὐλογητὸς εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Ἀποβαλόντα, δι' ἀρετῆς τὸ βάρος τὸ γεηρόν, θεῖοι τοῦ Χριστοῦ σε, Ἄγγελοι Ἀθλητά, δι' ἀέρος μετεκόμιζον, αὐτοῦ προστάγματι, ὡς τὸ πρὶν Ἀββακοὺμ συνιπτάμενον.

Θεοτοκίον.
Ἄγγελοι εἶδον, Θεογεννῆτορ ξένα τῷ τόκῳ σου, φύσιν τὴν φθαρτὴν τοῦ γένους τοῦ χοϊκοῦ, πρὸς ἀκήρατον καὶ ἄφθαρτον, παλινδρομήσασαν, κατοικίαν καὶ δόξαν οὐράνιον.

Ἕτερος. Ὁ δι’ Ἀγγελου παῖδας ἐκ φλογός.
Ὑπεισελθὼν τὴν φλόγα ὡς οἱ τρεῖς νεανίαι, ἄφλεκτος Μάρτυς ἔμεινας, τῇ Χριστοῦ δυνάμει, τοῦ ἐνοικήσαντος ἐν σοὶ ὑπὲρ ἔννοιαν.

Σὺ τῷ πυρί τῆς θείας ἀγαπήσεως Μάρτυς, ἔνδον ἀναφλεγόμενος Φωκᾶ, ἐν πυρὶ ἐνύλω προσομιλών, μένεις σοφὲ ακατάφλεκτος.

Πεποικιλμένος θείαις καλλοναῖς τῶν στιγμάτων, πρός τὸν Θεὸν ἀνέδραμες, τὸν σὸν ἀγωνοθέτην, νίκης βραβεῖα παρ’ αὐτοῦ κομισάμενος.

Θεοτοκίον.
Λελυτρωμέναι πάσης καταδίκης Παρθένε, τῇ θαυμαστῇ γεννήσει Σου, φωναῖς χαριστηρίοις ὑμνολογοῦμέν Σε ἀεὶ παμμακάριστε.

ᾨδὴ η'Χεῖρας ἐκπετάσας Δανιὴλ.
Πῦρ ἀπαύστως ἔχων ἐν ψυχῇ, τὸ τῆς ἀγάπης Χριστοῦ, Φωκᾶ μακάριε, τὸν δρόμον ἄσχετον ἤνυσας, πρὸς αὐτὸν τὸν δι' ἀθλήσεως δι' ἧς τυχὼν τοῦ ἐφετοῦ, σὺν Ἀσωμάτοις βοᾷς· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἔῤῥει τῶν Ἑλλήνων τὰ σαθρά, πλάνης σεβάσματα, καὶ σεσιγήκασι, τῆς ματαιότητος ἅπασαι, αἱ διπλόαι καὶ τὸ ψεῦδος αὐτῶν, ἠλέγχθη γνώσει ἀληθεῖ, τῶν ἀθλοφόρων Χριστοῦ,κηρυττόντων, εἶναι σοφίαν Θεοῦ ἐνυπόστατον.

Ἰσχὺν ἀπροσμάχητον Φωκᾶ, περιζωσάμενος, Ἁγίου Πνεύματος, ἀκαταγώνιστον ἔνστασιν, καὶ ἀνδρείαν ἀπερίτρεπτον, προπολεμῶν ὑπὲρ τῆς σῆς, ποίμνης ἐνδέδειξαι, καὶ νικήσας, σὺν τοῖς Ἀγγέλοις ὑμνεῖς τὸν τῶν ὅλων Θεόν.

Χάριν θείαν ἄφθονον Χριστός, σοὶ ἐδωρήσατο, Φωκᾶ ἀοίδιμε, τοῖς ἐξαιτοῦσί σε ἅπασι, καταλλήλως παρεχόμενον, τὰς τῶν θαυμάτων δωρεάς, ἀπαύστως κράζουσιν· Εὐλογεῖτε,πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.
Ὁ φύσει ἀπρόσιτος παντί, Υἱὸς καὶ Λόγος Θεοῦ, ἐν σοὶ σκηνώσας Ἁγνή, καὶ ἐνδυσάμενος ἄχραντε, τὸ ἡμέτερον ὡς εὔσπλαγχνος, ὤφθη εὐπρόσιτος σαρκί, καὶ ἀνεστράφη ἡμῖν, διὰ τοῦτο, πόθῳ πολλῷ σε ὑμνῶ καὶ τιμῶ καί αἰνῶ.

Ἕτερος. Ὁ στεγάζων ἐν ὕδασι.
Ἐκ σπαργάνων ἡγίασεν ὁ παντουργός σε Θεός, καὶ εἰς μέτρον φθάσας τῆς ἡλικίας παθημάτων Χριστοῦ ἤθλησας, ἔτρεψας τὰς ἀρχὰς καὶ δυνάμεις τοῦ βελίαρ, καὶ στεφανηφόρος ἔφθασας τὰς ἄνω κατοικίας.

Κυβερνήτην ἄριστον ἐπικαλοῦνται ἀεὶ οἱ πλωτήρες Μάρτυρες καὶ θαλαττίων ἐκλυτροῦνται σοφέ, συμφορῶν ἔνδοξε, εὐπροσδέκτοις πρεσβείαις, ἀνυμνοῦντες τον παμβασιλέα καὶ Δημιουργόν, καὶ Θεὸν εἰς τοὺς αἰῶνας.

Ὡς ἀρνίον σὲ ἄκακον, οἱ τοῦ Κυρίου ἐχθροί, θανατοῦσαι Φωκᾶ ἐν βαθυτάτῃ καὶ σεπτῇ πολιᾷ, τὸν ἐχθρὸν ἔνδοξε τὸν ἀρχέκακον ξίφει θανατοῦντα τῆς ὁμολογίας καὶ τῆς παῤῥησίας τῆς σῆς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἱλαστήριον πέφυκας τῆς ἐπταισμένης ἡμῶν καὶ ῥευστῆς φύσεως, ἀποτεκοῦσα τὸν ἀμνὸν τοῦ Θεοῦ, αἴροντα τὰ πταίσματα τῶν ἀνθρώπων, δι’ἄκραν εὐσπλαγχνίαν, ὅθεν Σὲ ὑμνοῦμεν ἐν ἀγαλλιάσει Θεοτόκε Παρθένε.

ᾨδὴ θ'Λίθος ἀχειρότμητος ὄρους.
Ἅρμα ὡς πυρίμορφον ἔχων, τὰς φωτοφόρους ἀρετάς σου, καὶ τὴν τῶν ἀγώνων διφρείαν, πρὸς οὐρανίους ἀνέπτης Ὅσιε, μονὰς ἐν αἷς κατέπαυσας, σὺν Ἀσωμάτοις αὐλιζόμενος.

Ῥύσει τῆς ἐνθέου σοφίας, καὶ πλημμυρήσει τῇ τῶν λόγων, ἔλυσας τοῦ ψεύδους τὴν ὕλην καὶ εὐσεβούντων ψυχὰς κατήρδευσας καὶ καρποφόρους ἔδειξας, ἐνθέων ἔργων διὰ πίστεως.

Ἴδες τὴν ὑπέρφωτον αἴγλην, τὴν νοουμένην θεωρίαν, ἐν τῇ τῶν ἀγώνων σου πάλῃ, τοῦ ποθουμένου ἀγωνοθέτου Χριστοῦ· καὶ φθάσαι ταύτην ἔσπευσας, Μάρτυς τῷ τέλει τῶν ἀθλήσεων.

Νῦν ὡς τρανοτέρως τὴν δόξαν, ἐνοπτριζόμενος τοῦ Κτίστου, ὑπὲρ τῶν ἐκ πόθου Φωκᾶ σε, ἀνευφημούντων αὐτὸς δυσώπησον, τοῦ μετασχεῖν τῆς κρείττονος, τούτου καὶ δόξης καὶ λαμπρότητος.

Θεοτοκίον.
Ὑμνῶ σου τὴν χάριν Παρθένε, καὶ μεγαλύνω σου τὴν δόξαν· σὺ γὰρ φωτισμὸς τῆς ψυχῆς μου, ὑπάρχεις ὄντως καὶ ἡ παράκλησις, τῶν σὲ τιμώντων Δέσποινα, καὶ ἀνυμνούντων πάντων δούλων σου.

Ἕτερος. Εὐλογητὸς Κύριος ὁ Θεός.
Ὡς οὐρανὸς κατάστερος, τῶν στιγμάτων καλλοναῖς, καὶ θαυμάτων Μάρτυς ἐγνωρίσθης Φωκᾶ, φωτίζων ἀεὶ τὴν ὑφήλιον, καὶ λύων τὸ σκότος τῶν παθῶν, καὶ πάσης δυσσεβείας, διὰ τοῦτο πίστει σὲ ἀνυμνολογοῦμεν.

Στενωτάτην ὤδευσας ἐπὶ γῆς Μάρτυς ὁδόν, ταῖς ἐλπίσι τῶν αἰωνιζόντων τερπνῶν, Φωκᾶ εὐσεβῶς πλατυνόμενος, καὶ πάσης στενώσας τοῦ ἐχθροῦ δεινὰς μηχανουργίας, νῦν πλατύνεις τὰ ἡμῶν στόματα ἡμῶν.

Ἠ ἱερὰ πανήγυρις καὶ σεπτή σου ἑορτή, νῦν ἐπέστη φέρουσα ἡμῖν χαρμονήν, τελείαν ἐν ταύτῃ δοξάζουσι, τὰς σὰς ἀριστείας ἀληθῶς, καὶ τὰς ἀνδραγαθίας, ἐν ᾗ μέμνησο ἡμῶν Ἀθλοφόρε Μάρτυς.

Θεοτοκίον.
Φέρεις ἡμῶν ὁμοίωσιν, πνευματικὴν ἔχων μορφήν, ὦ Υἱέ μου, θέλεις γὰρ βροτῶν τὴν δεινήν, σαφῶς ἀμορφίαν ἰάσασθαι, ἐβόα ἡ Πάναγνος χερσί, Χριστὸν ἠγκαλισμένη, ἣν ὑμνολογήσωμεν φωναῖς ἀσιγήτοις.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ἱεραρχῶν ἀκρότης, καὶ Ἀθλοφόρων τὸ κλέος, Φωκᾶ καὶ μέγας προστάτης, τοῖς θαλαττεύουσι πέλων, περίσωζε ἐκ κινδύνων, τοὺς εὐφημοῦντάς σε μάκαρ.

Ἕτερον.
Ἀρχιερέων κλέος, καὶ τῶν πτωχῶν προασπιστής, σὺ ἀνεδείχθης θεόφρον, Πάτερ καὶ στήλη ἀρετῶν, διὸ μνημόνευε πάντων, Φωκᾶ τῶν σὲ ἀνυμνούντων.

Θεοτοκίον.
Τὸν Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς Σοὺς οἰκέτας.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Καταβαλὼν τῶν εἰδώλων τὴν ματαιότητα, τῷ ἱερῷ σου λόγῳ, ἐβεβαίωσας πίστει, καρδίας ἀστηρίκτους καὶ πρὸς ζωήν, Ἱεράρχα ὡδήγησας, καὶ ἐναθλήσας νομίμως Μάρτυς Φωκᾶ, τοῦ Κυρίου ἐχρημάτισας. (Δίς).

Τὴν ἱερὰν διπλοΐδα βάψας ἐν αἵματι, τῆς ἱερᾶς σαρκός σου, ἱερώτατε Πάτερ, διπλοὺς στεφάνους ὄντως παρὰ Χριστοῦ, ὑπεδέξω πανόλβιε, καὶ σὺν Ἀγγέλοις χορεύεις ἐν οὐρανοῖς, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς.

Ταῖς τῶν θαυμάτων ἀκτῖσι πᾶσαν φωτίζεις τὴν γῆν, τοῖς ἐν θαλάσσῃ Πάτερ, βοηθεῖς καθ’ ἑκάστην, νοσήματα διώκεις, παύεις ψυχῆς καὶ σαρκὸς ἀῤῥωστήματα, παρὰ Κυρίου τὴν χάριν Μάρτυς Φωκᾶ, εἰληφῶς θεομακάριστε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀρχιερέων τὸ κλέος, καὶ Μαρτύρων ἀγαλλίαμα, σὺ ὑπάρχεις Φωκᾶ ἱερώτατε, καὶ γὰρ χρίσμασιν ἱερατικοῖς τὸ Πνεῦμα σὲ τὸ Ἅγιον ἔχρισε, Πατὴρ δὲ καὶ Υἱός, μαρτυρικοῖς ἐστεφάνωσας στεφάνοις. Καὶ νῦν τῇ Ἁγίᾳ καὶ πανσέπτῳ Τριάδι παριστάμενος, ἱκεσίαν προσάγεις ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν ἱερὰν καὶ πανσέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.

Ἀπόστολον ζήτει εἰς τὰς ΙΕ΄ Δεκεμβρίου.

Εὐαγγέλιον τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...