ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
Ἐγκώμιο στούς Ἁγίους Πάντες,
ΑΓ. ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Περί τῶν Ἁγίων
ΑΓ. ΝΙΚΟΔΗΜΟΥ τοῦ Ἁγιορείτου
Ἡ ἕνωσή μας μέ τόν Θεό.
Ἁγ. Συμεών τοῦ Νέου Θεολόγου
ΓΙΑ ΤΟΥΣ ΑΓΙΟΥΣ
Ἁγίου ΣΙΛΟΥΑΝΟΥ τοῦ Ἀθωνίτου
Μποροῦμε νά γίνουμε ἅγιοι σήμερα;
Ἁγ. Συμεών τοῦ Νέου Θεολόγου
ΣΥΝ ΠΑΣΙ ΤΟΙΣ ΑΓΙΟΙΣ Ὁ Πρόλογος καί ὁ Ἐπίλογος εἰς τούς «Βίους τῶν Ἁγίων» Ἁγ. ΙΟΥΣΤΙΝΟΥ Πόποβιτς
Τροπάρια τῆς ἑορτῆς,
τά στιχηρά τῶν αἴνων τοῦ δ’ ἤχου
ΕΑΝ ΘΕΛΕΤΕ
ΕΠΙΣΚΕΦΘΕΙΤΕ
ΤΙΣ ΠΑΡΑΚΑΤΩ
ΔΗΜΟΣΙΕΥΜΕΝΕΣ ΞΕΝΕΣ ΙΣΤΟΣΕΛΙΔΕΣ
Ἐγκώμιο στούς Ἁγίους Πάντες,
ΑΓ. ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Περί τῶν Ἁγίων
ΑΓ. ΝΙΚΟΔΗΜΟΥ τοῦ Ἁγιορείτου
Ἡ ἕνωσή μας μέ τόν Θεό.
Ἁγ. Συμεών τοῦ Νέου Θεολόγου
ΓΙΑ ΤΟΥΣ ΑΓΙΟΥΣ
Ἁγίου ΣΙΛΟΥΑΝΟΥ τοῦ Ἀθωνίτου
Μποροῦμε νά γίνουμε ἅγιοι σήμερα;
Ἁγ. Συμεών τοῦ Νέου Θεολόγου
ΣΥΝ ΠΑΣΙ ΤΟΙΣ ΑΓΙΟΙΣ Ὁ Πρόλογος καί ὁ Ἐπίλογος εἰς τούς «Βίους τῶν Ἁγίων» Ἁγ. ΙΟΥΣΤΙΝΟΥ Πόποβιτς
Τροπάρια τῆς ἑορτῆς,
τά στιχηρά τῶν αἴνων τοῦ δ’ ἤχου
Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
(Ποίημα τοῦ ὁσίου Νικοδήμου τοῦ ῾Αγιορείτου)
Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους, χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, καὶ ἀγῶνας τοὺς γενναίους, ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.
Άγιοι Πάντες - Nέα Σκήτη - Kυριακό Άγιο Όρος, 1770 μ.Χ.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.
(Ποίημα Κυρίλλου πατριάρχου Κων/πόλεως)
Τῶν ἁγίων Πάντων οἶκος ὁ πάνσεπτος, οὐρανὸς ὥς τις ἄλλος ἀστράπτει αἴθριος, ἐν μέσῳ ἔχων τὸν Χριστόν, ὥς περ ἥλιον λαμπρόν, τὴν παρθένον Μαριάμ, σελήνην ὡς πλησιφαῆ, καὶ κύκλῳ καθάπερ ἄστρα, χορούς τε πάντων ἁγίων, ἀεὶ πρεσβεύοντας σωθῆναι ἡμᾶς.
Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν Ἁγίων σύμπαντες, τῶν ἀπ’ αἰῶνος τὴν μνήμην, Προφητῶν Δικαίων τε, καὶ Ἀποστόλων Μαρτύρων, ἅμα τε, σὺν Ἱεράρχαις καὶ τοῖς Ὁσίοις, σήμερον, ἐγκωμισάσωμεν θεοφρόνως, αὐτοὶ γὰρ σὺν τοῖς Ἀγγέλοις, ἀκαταπαύστως, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.
Μεγαλυνάριον
Ἔνδοξοι Ἀπόστολοι τοῦ Χριστοῦ, Μάρτυρες Κυρίου, καὶ πανθαύμαστοι Ἀθληταί, Προφητῶν ὁ δῆμος, Ἱεραρχῶν Ὁσίων, ποιήσατε πρεσβείαν, ὑπὲρ ἡμῶν πρὸς Θεόν.
ΠΑΡΑΚΛΗΤΙΚΟς ΚΑΝΩΝ
ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΓΙΟΥΣ
Εορτάζοντες την 9ην Κυριακήν από το Πάσχα του οποίου η μεν
νεωτέρα ημερομηνία είναι η 4η Απριλίου η δε απωτέρα η 8η Μαΐου.
(Ποιηθείς υπό αρχιμ. Φιλοθέου Ζερβάκου)
Μετά το, Κύριε εισάκουσον, και το, Θεός Κύριος ψάλλομεν τα παρόντα τροπάρια:
Ήχος δ’. Τη Θεοτόκω.
Αγίων Πάντων τους χορούς ευφημήσωμεν, των Ασωμάτων λειτουργών τα στρατεύματα, και Αποστόλων θείων τε Μαρτύρων τους χορούς, τους προ Νόμου άπαντας, και εν Νόμω προφήτας, Ιεράρχας άμα τε, και Οσίων τον δήμον, και Γυναικών Αγίων την πληθύν, αξιοχρέως αυτούς μακαρίζοντες.
Δόξα. Το αυτό.
Και νύν. Θεοτοκίον.
ου σιωπήσωμεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δε διαφύλαξεν έως νυν ελευθέρους; Ούκ αποστώμεν Δέσποινα εκ σου˙ σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.
Ο Ν’. Και ψάλλεται ο Κανών των Αγίων Πάντων μεθ’ ευλαβείας.
Ωδή α’. Ήχος πλ. δ’. Αρματηλάτην Φαραώ.
Τριάς αγία ιεραίς εντεύξεσιν, Αγίων Πάντων νυνί, σους αχρείους δούλους, οίκτειρον ελέησον, και βασιλείας ποίησον, κληρονόμους συν τούτοις, ως αν σε πάντες δοξάζομεν, και μη στερηθώμεν της δόξης σου.
Ο Μιχαήλ και Γαβριήλ οι πρόκριτοι, των Ασωμάτων Νοών, αι νοεραί τάξεις, στρατιαί ουράνιαι, μεθ’ ών και συ πιστότατε, της εμής ζωής φύλαξ, Χριστόν αεί ώ παρίστασθε, μέμνησθε πρεσβεύειν σηθήναί με.
Δόξα.
Πέτρε και Παύλε Ιωάννη πρόκριτε, θεολογίας πηγή, και ο λοιπός άπας, Αποστόλων σύλλογος, Μαρτύρων και Οσίων τε, και Αγίων απάντων, Χριστώ πρεσβεύειν μη παύσητε, υπέρ της εμής συγχωρήσεως.
Και νυν.
Εκ στειρευούσης κυηθείσα Πάναγνε, συ παραδόξως γαστρός, τίκτεις Θεόν Λόγον, υπέρ λόγον άφθορος, και μετά τόκον μείνασα, τούτον αεί δυσώπει, συν τοις σεπτοίς σου γεννήτορσιν, δούναί μοι πταισμάτων συγχώρησιν.
Ωδή γ’. Ο στερεώσας κατ’ αρχάς.
Εν τη δευτέρα σου Χριστέ, και φοβερά παρουσία, σύνταξόν με δεξιοίς σου προβάτοις, της ευκταίας σου φωνής, καταξιών ως εύσπλαγχνος, ταις των Αγίων Πάντων, πανευπροσδέκτοις δεήσεσι.
Της Θηβαΐδος ο βλαστός, ο Παύλος συν Αντωνίω, και Ευθύμιος συνάμα ο μέγας, Θεοδόσιος ομού, Σάββας, Εφραίμ, Ευθύμιος, και Ιωάσαφ πάντες, οι Όσιοι ευφημήσθωσαν.
Επιθυμίας βλαβεράς, θυμού δεινής ακηδίας, και παθών παντοδαπών ρύσασθέ με, Ιεράρχαι του Χριστού, Βασίλειε, Γρηγόριε, και ο χρυσούς την γλώτταν, και πάντες θείοι διδάσκαλοι.
Θεοτοκίον.
Η τετοκυία τον Χριστόν, αυτόν δυσώπει Παρθένε, συν Παρθένοις τε και Μάρτυσιν άμα, και Οσίαις γυναιξί, Ματρώνη, Θεοκτίστη τε, και ταις λοιπαίς αμνάσι, του οικτειρήσαι και σώσαί με.
Διάσωσον από κινδύνων σους δούλους, πληθύς αγίων απάντων, ότι τη θεία υμών σκέπη αεί προστρέχομεν, του ρυσθήναι παντοίας βλάβης.
Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.
Είτα γίνεται υπό του Ιερέως Αίτησις. Κάθισμα.
Ήχος β’. Πρεσβεία θερμή.
Αγίων πληθύς, απάντων η πανένδοξος, ημάς τους πιστώς τη σκέπη υμών προστρέχοντας, εκ κινδύνων ρύσατε, και πάσης δεινής κακώσεως, υμείς γαρ αεί το θείον ευμενίζετε, την λύτρωσιν βραβεύοντες.
Ωδή δ’. Συ μου ισχύς Κύριε.
Αι στρατιαί των ουρανίων Δυνάμεων, συν Προδρόμω, Προφήται Απόστολοι, και Ιεράρχαι πανευκλεείς, Μάρτυρες οι θείοι, Οσίων κλίτος Δικαίων τε, και Άγιοι Πάντες, πρεσβεύσατε Κυρίω, υπέρ πάντων των πίστει τιμώντων υμάς.
Της ζοφεράς όψεως εν τη εξόδω μου, των δαιμόνων, ρύσασθέ με δέομαι, οι του Χριστού θείοι Αθληταί, Στέφανε ο πρώτος, συν Θεοδώροις Γεώργιε, Δημήτριε, Αρέθα, και οι εν Σεβαστεία, συν αυτοίς δε και Πάντες οι Άγιοι.
Έργοις κακοίς γεγηρακώς ο ασύνετος, παροργίζω σου την αγαθότητα, και πάσαν διηνεκώς, λόγοις τε και έργοις, παραπικραίνω Φιλάνθρωπε, αλλά ταις της Μητρός σου και Αγίων απάντων, ικεσίαις μοι δος την συγχώρησιν.
Θεοτοκίον.
Πλήν σου Αγνή, άλλην ούκ έχω βοήθειαν, και εκτός σου, σκέπην ούκ επίσταμαι, συ μου ελπίς, συ καταφυγή, συ μου ευεργέτις, συ μου ετοίμη αντίληψις, και σε επικαλούμαι, από πάσης ανάγκης, εξελούμαι και σώσον πρεσβείαις σου.
Ωδή ε’. Ίνα τι με απώσω.
Φοβερά σου η κρίσις, λίαν και αδέκαστος και απαραίτητος, αλλά και δικαία, και ο ταύτης ουδείς εξαιρούμενος, μόνον συ ο μόνος, έχων Χριστέ την εξουσίαν, ταις ευχαίς των Αγίων σου σώσόν με.
Του Χριστού Ιεράρχαι, σοφέ Αθανάσιε, Πάτερ Νικόλαε, Άνθιμε Σπυρίδων, και Παρθένιε, Κύριλλε, Λέοντες, και πας άλλος μύστης, υπέρ ημών των αναξίων, ικετεύειν μη παύσητε Άγιοι.
Οι του Χριστού της αγίας κλήσιν Αναστάσεως, φέρουσαι Μάρτυρες και Αικατερίνα, συν αυταίς η γενναία Κυριακή, Θέκλα τε, και πάσαι, δια Χριστόν θανατωθείσαι, την νεκράν μου ψυχήν αναστήσατε.
Θεοτοκίον.
Η Κυρία του κόσμου, τον κυριευθέντα με τοις παραπτώμασι, δούλον του Υιού σου, καταξίωσον Κόρη γενέσθαι με, όνπερ εκδυσώπει, συν της Αγίοις αυτού πάσιν, εξαλείψαι παθών μου το πέλαγος.
Ωδή ς’ . Ιλάσθητί μοι Σωτήρ.
Πεφωτισμένοι Χριστού, φωτίσατέ με Απόστολοι, τον σκοτισθέντα δεινοίς, κακοίς και γηράσαντα, αισχρώς τε βιώσαντα, συν Αγίοις πάσι, τον Κριτήν μοι ευμενίσατε.
Συν Μιχαήλ και Γαβριήλ, οι του Θεού Αρχιστράτηγοι, και ο φρουρών με αεί, σωτήριος Άγγελος, και πάντες Ασώματοι, προ μετάνοιάν με, νυν προ τέλους επιστρέψατε.
Προφήται πανευκλεείς, και θεηγόροι Απόστολοι, των Αθλοφόρων χορός, Ιεράρχαι πάνσοφοι, Όσιοι και Δίκαιοι, νυν εκδυσωπείτε, λυτρωθήναι με κολάσεως.
Την σην Μητέρα Χριστέ, και τους Αγίους σου άπαντας, προσδέχου υπέρ ημών, αεί δυσωπούντάς σε και δώρησαι άφεσιν, των πολλών πταισμάτων, και κολάσεως με λύτρωσαι.
Διάσωσον, από κινδύνων δούλους υμών χορός Αγίων Πάντων, ότι τη σκέπη υμών αεί καταφεύγομεν, ως άγρυπνοι όντες βοηθοί εν ανάγκαις.
Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα Μητρικήν παρρησίαν.
Ενταύθα μνημονεύει ο Ιερεύς ως είθισται και ευθύς το:
Κοντάκιον. Ήχος β’. Προστασία.
Ιατροί της ψυχής και του σώματος άμισθοι, των εν ζάλη λιμένες γαληνοί και αχείμαστοι, Άγιοι άπαντες, ικέτας ημάς σπεύσατε θεραπεύσαι αεί, τους κατ’ άμφω
Ασθενείς, και προς υμάς καταφεύγοντας, στήσατε καταιγίδας, παύσατε τρικυμίας, των επερχομένων ημίν, Κυρίου πιστοί θεράποντες.
Προκείμενον.
Θαυμαστός ο Θεός εν τοις Αγίοις αυτού.
Στίχ. Τοις Αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος.
Ευαγγέλιον. Εκ του κατά Ματθαίον.
Είπεν ο Κύριος τοις εαυτού μαθηταίς. Πας ουν όστις ομολογήσει εν εμοί έμπροσθεν των ανθρώπων, ομολογήσω καγώ εν αυτώ έμπροσθεν του πατρός μου του εν ουρανοίς. Όστις δ’ αν αρνήσηταί με έμπροσθεν των ανθρώπων, αρνήσομαι αυτόν καγώ έμπροσθεν του πατρός μου του εν ουρανοίς. Μη νομίσητε ότι ήλθον βαλείν ειρήνην επί την γην˙ ουκ ήλθον βαλείν ειρήνην, αλλά μάχαιραν. Ήλθον γαρ διχάσαι άνθρωπον κατά του πατρός αυτού και θυγατέρα κατά της μητρός αυτής και νύμφην κατά της πενθεράς αυτής˙ και εχθροί του ανθρώπου οι οικιακοί αυτού. Ο φιλών πατέρα ή μητέρα υπέρ εμέ ούκ έστι μου άξιος˙ και ο φιλών υιόν ή θυγατέρα υπέρ εμέ ουκ έστι μου άξιος˙ και ος ου λαμβάνει τον σταυρόν αυτού και ακολουθεί οπίσω μου, ούκ έστι μου άξιος. Ο ευρών την ψυχήν αυτού απολέσει αυτήν, και ο απολέσας την ψυχήν αυτού ένεκεν εμού ευρήσει αυτήν. Ο δεχόμενος υμάς εμέ δέχεται, και ο εμέ δεχόμενος δέχεται τον αποστείλαντά με. Ο δεχόμενος προφήτην εις όνομα προφήτου μισθόν προφήτου λήψεται, και ο δεχόμενος δίκαιον εις όνομα δικαίου μισθόν δικαίου λήψεται. Και ος εάν ποτίση ένα των μικρών τούτων ποτήριον ψυχρού μόνον εις όνομα μαθητού, αμήν λέω υμίν, ουο μη απολέση τον μισθόν αυτού.
Δόξα.
Ταις των σων Αγίων Πάντων ικεσίαις Ελεήμων, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Και νυν.
Ταις της Θεοτόκου πρεσβείαις Ελεήμων, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Στίχ. Ελέησόν με ο Θεός… και το Ιδιόμελον.
Ήχος πλ. β’. Όλην αποθέμενοι.
Ηλίου φαιδρότερον, νυν εξανέτειλεν όντως, η φαιδρά πανήγυρις, τοις του κόσμου πέρασι πάντες Άγιοι, μυστικαίς λάμψεσι, τους πιστούς άπαντας, χαρμοσύνως καταλάμπουσα, και αγλαΐζουσα, ήν συναθροίσαντες γεραίρομεν, ενθέοις μελωδήμασι, και ψαλμοίς και ύμνοις και άσμασιν˙ πιστώς δυσωπούντες, πρεσβεύειν τω Χριστώ υπέρ ημών, Χριστού θεράποντες Άγιοι, πάντες παμμακάριστοι.
Ουδείς προστρέχων επί σοι, κατησχυμένος από σου εκπορεύεται αγνή Παρθένε Θεοτόκε˙ άλλ’ αιτείται την χάριν και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.
Μεταβολή των θλιβομένων απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.
Είτα ο Ιερεύς: Σώσον ο Θεός τον λαόν σου…
Κύριε ελέησον ιβ’. Ελέει και οικτιρμοίς … κ.λ.π.
Ωδή ζ’. Θεού συγκατάβασιν.
Παμμέγιστε Πρόδρομε, συν Ιεράρχαις αγίοις και Ασκηταίς, και τοις Μάρτυσι πάσι, πρεσβεύσατε επίσης Χριστώ τω Θεώ, όπως μι χαρίσηται πταισμάτων συγχώρησιν, και αξιώση τυχείν της Παραδείσου τρυφής.
Μαρτύρων ο έξαρχος, τροπαιοφόρε θείε Γεώργιε, και Δημήτριε, Θέκλα Βαρβάρα, Αικατερίνα τε, άμα Μαρίνη συν πάσαις ταις Μάρτυσιν, υπέρ ημών τον Χριστόν καθικετεύσατε.
Ο Μέγας Αντώνιος, συν Παχωμίω ανευφημείσθωσαν, και ο Σάββας ο θείος, Ευθύμιος, Θεοδόσιος, συν Μακαρίοις Εφραίμ, Ισαάκ ομού, συν τοις λοιποίς επαξίως νυν ευφημείσθωσαν.
Θεοτοκίον.
Ψυχής μου κατάβαλε, Χριστέ τον πόνον και ταύτην οίκτειρον, των Ιερομαρτύρων, Ιεραρχών τε και των Οσίων σου, ταις μεσιτείαις και της τεκούσης σε, και δώρησαί μοι πταισμάτων την άφεσιν.
Ωδή η’. Επταπλασίως κάμινον.
Νουν εμπαθή και άσεμνον, τον εμόν αγιάσατε, πανηγιασμένοι του Χριστού Απόστολοι, ώ Πέτρε, Ιάκωβε, και Ιωάννη φίλε Χριστού, Παύλε και λοιποί, των Μαθητών του Σωτήρος, συν τω σεπτώ Προδρόμω, και πάσι τοις Αγίοις, Προφήταις και Οσίοις και Μάρτυσι Κυρίου.
Νυν οι προ Νόμου Άγιοι, και εν Νόμω και Χάριτι, Δέσποτα Χριστέ, υπέρ εμού σοι δέησιν, προσφέρουσιν άπαντες, και συν αυτοίς η θεία πληθύς, των υπερκοσμίων, και αΰλων ταγμάτων, ών ταις λιταίς απάντων, κατοικτείρησον σώσον, ψυχήν απεγνωσμένην και κατακεκριμμένην.
Χορός αζύγων πάντιμε, οι εν Άθω ασκήσαντες, Πέτρε Αθωνίτα, θείε Αθανάσιε, Παύλε τε και Ιάκωβε, Νήφων, Σίμων, Ακάκιε, Νείλε, Κοσμά, Γρηγόριοι, συν τω Νήφωνι άλλω, και τω Αθανασίω, Βυζαντίου Ποιμένες, πρεσβεύσατε συν πάσιν ημάς ελεηθήναι.
Θεοτοκίον.
Ιχνηλατείν με Πάναγνε,τους οσίως βιώσαντας, δια πολιτείας εναρέτου ποίησον, εχθρούς καταράσσουσα, τους αφειδώς με θλίβοντας, και προς της σαρκός κατολισθαίνειν τα πάθη, απαύστως ενοχλούντας, ίνα χαίρων κραυγάζω, λαός υπερυψούτε εις πάντας τους αιώνας.
Ωδή θ’. Εξέστη επί τούτο.
Αγίων άπας δήμος Πατριαρχών, Προφητών, Αποστόλων, Μαρτύρων τε, Ιεραρχών, Οσίων ανδρών τε και γυναικών, Χριστόν εκδυσωπήσατε, παρρησίαν έχοντες προς αυτόν, τυχείν ημάς ελέους, τους πόθω εκτελούντας, υμών την μνήμην πανσεβάσμιοι.
Πληθύς Αγίων Πάντων πανευκλεής, οι ενώνυμοι πάντες ανώνυμοι, οι προ Χριστού, και εν τη χάριτι δαψιλώς, χαρίσμασι του Πνεύματος, καταπλουτισθέντες παντοδαποίς, μετά και των εν Άθω, πρεσβεύσατε Κυρίω, υπέρ των πόθω ευφημούντων υμάς.
Ορθόδοξος υπάρχει χριστιανός, ο προσώποις τρισί ένα Κύριον, ένα Θεόν, και ψυχή και γλώσση ομολογών, τους ούτω γουν πιστεύοντας, και ομολογούντας χριστιανούς, Τριάς ευλογημένη, Πάτερ, Υιέ και Πνεύμα, της βασιλείας σου αξίωσον.
Θεοτοκίον.
Πανύμνητε Παρθένε Μήτερ Θεού, των Αγίων απάντων δεήσεσι, πασών ομού Γυναικών Μαρτύρων Μοναζουσών, ο ύμνος ούτος γένοιτο, τω Μονογενεί σου Υιώ και σοι, ευσπρόδεκτος και τέλος, παράσχου δεξιών μοι, όπως σωθείς αεί δοξάζω σε.
Είτα.
Άξιόν εστίν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και Παναμώμητον και Μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.
Και τα κάτωθι Μεγαλυνάρια των Αγίων Πάντων.
Των Αγίων Πάντων θείαν πληθύν, του Ευαγγελίου αμαράντους θείους καρπούς, δεύτε επαξίως, τιμήσωμεν εν ύμνοις, ως τούτων ταις πρεσβείαις δεινών ρυσθείημεν.
Άγγελοι, Αρχάγγελοι του Θεού, Πατριάρχαι πάντες και Προφήται πανευκλεείς, Απόστολοι θείοι, Μάρτυρες Ιεράρχαι, συν πάσι τοις Αγίοις ανευφημείσθωσαν.
Δεύτε ευφημήσωμεν οι πιστοί, τους Αγίους Πάντας, της Τριάδος τους εραστάς, του Χριστού τους άκρους, θεράποντας και φίλους, εν άσμασι τιμώντες, την μνήμην σήμερον.
Έχοντες εξάρχουσαν την Αγνήν, Νόες συν προφήταις, Αποστόλων θείους χορούς, Ιερομαρτύρων, Ιεραρχών Οσίων, υπέρ ημών τον Κτίστην καθικετεύσατε.
Τις μη εκπλαγείη ακουτισθείς, των Αγίων Πάντων, τους αγώνας και αρετάς, σώμα γαρ παραδόντες, υπέρ Χριστού αγάπης, αυτώ συμβασιλεύειν κατηξιώθητε.
Έφρυξαν φρυάγματα ζοφερά, πονηρών πνευμάτων, τους αγώνας υμών σοφοί, σάρκα γαρ φορούντες, ασάρκους πολεμίους, καθείλετε γενναίως, άπαντες Άγιοι.
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.
Το Τρισάγιον και τα τροπάρια:
Ήχος πλ. β’.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς˙ πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.
Δόξα.
Κύριε ελέησον ημάς˙ επί σοι γαρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών˙ άλλ’ επίβλεψον και νυν ως εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών˙ συ γαρ ει Θεός ημών και ημείς λαός σου˙ πάντες έργα χειρών σου, και το όνομά σου επικεκλήμεθα.
Και νυν.
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν ευλογημένη Θεοτόκε˙ ελπίζοντες εις σε μη αστοχήσωμεν, ρυσθείημεν δια σου των περιστάσεων˙ συ γαρ ει η σωτηρία του γένους των Χριστιανών.
Μετά την Απόλυσιν και τον ασπασμόν, ψάλλομεν τα παρόντα τροπάρια.
Ήχος β’. Πάντων προστατεύεις.
Τάξεις των Αγγέλων αι λαμπραί, ένδοξοι Απόστολοι πάντες, γενναίοι Μάρτυρες, Πάνσοφοι Διδάσκαλοι και Ιερόαθλοι, των Οσίων ο σύλλογος, Προφητών, Δικαίων, Γύναια θεόλεκτα και πας Αγίων χορός, δέησιν προς Κύριον άμα, υπέρ των υμάς ευφημούντων , ώ θεομακάριστοι ποιήσατε.
Άπαντες οι Άγιοι Χριστού, τους την σεβασμίαν εικόνα, ασπαζομένους υμών, πάσης εκλυτρώσασθε βλάβης και θλίψεως, ορατών αοράτων τε, εχθρών και παντοίων, νοσημάτων Άγιοι ψυχής και σώματος, ρύσασθε δεόμεθα όπως, ως παντοδαπούς ευεργέτας, και θερμούς προστάτας υμών σέβομεν.
Η/Υ επιμέλεια, Σοφίας Μερκούρη.
ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΚΑΤ’ ΑΛΦΑΒΗΤΟΝ
ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΠΑΝΤΑΣ
Κοντάκιον
Ήχος πλ. δ’. Τη υπερμάχω.
Των ασωμάτων λειτουργών πιστοί τα τάγματα˙ και Προφητών σεπτόν χορόν ανευφημήσωμεν. Αποστόλους ομού και Μάρτυρας τους γενναίους, ιεράρχας και Οσίους, σεμνά Γύναια, και απάντων των Αγίων και κατάλογον˙ ανακράζοντες˙ Χαίρετε Πάντες Άγιοι.
Άγγελοι συν Αγίοις, συμπληρούσι τον κύκλον, χορού των Αγίων Πάντων (εκ γ’), εξάρχουσαν έχοντες την Αγνήν, θεόπαιδα και Παρθένον Κόρην Μαριάμ˙ ους ανευφημούντες, προσφωνούμεν ταύτα.
Χαίρετε, Νόες λειτουργοί Κυρίου˙ χαίρετε Μύσται αποκρύφων Υψίστου.
Χαίροις, Δικαίων χορός ο πανάριστος˙ χαίροις, ο προ Νόμου όμιλος ο εξάκουστος.
Χαίρετε, οι εν Νόμω διαπρέψαντες Άγιοι˙ χαίρετε, μετά Νόμον διαλάμψαντες Δίκαιοι.
Χαίροις, Προφητών ο θεόλεκτος σύλλογος˙ χαίροις, Προφητίδων η σεμνή ομήγυρις.
Χαίροις, τερπνή Αγίων πανήγυρις˙ χαίροις, πιστών απάντων η φύλαξις.
Χαίροις, Θεού το εράσμιον κάλλος˙ χαίροις, Χριστού το απόθετον κλέος˙
Χαίρετε Πάντες Άγιοι.
Βλέπων ο Παντεπόπτης το ανθρώπινον γένος λυμαινόμενον εκ του λυμεώνος, τον μονογενή Υιόν αυτού απέστειλε˙ και έσωσε τους εις αυτόν προσφυγόντας, χορούς Αγίων Πάντων, συμπληρώσας ψάλλειν˙
Αλληλούϊα.
Γένος αδαμιαίον, εξωσθέν της Εδέμ πάλαι, κατήντησεν εις γην την ακανθηφόρον˙ εν ιδρώτι και κόπω πολλώ φαγείν άρτον˙ άλλ’ ο Θεός οικτείρας τούτο, τους αυτού Προφήτας απέστειλε, μηνύσαι την αυτού παρουσίαν.
Χαίρετε, θείοι Προφήται Κυρίου˙ χαίρετε μύσται βουλών του Υψίστου.
Χαίρετε, Νόμου παλαιού θείοι φύλακες˙ χαίρετε, νέας Χάριτος λαμπροί κήρυκες.
Χαίρετε, της Χριστού παρουσίας προάγγελοι˙ χαίρετε, των αυτού ενταλμάτων πειθήνιοι.
Χαίρετε, της του λαού ανομίας οι έκδικοι˙ χαίρετε, ευσεβείας ζηλωταί και υπέρμαχοι.
Χαίρετε, πλάνης διαβόλου διώκται˙ χαίρετε, Πνεύματος του Αγίου επόπται.
Χαίρετε, ευσεβούντων η βάσις˙ χαίρετε, ανομούντων η πτώσις.
Χαίρετε Πάντες Άγιοι.
Δύναμις του Υψίστου, επεσκίασε κόσμω, και έδειξε πληθύν σωζομένων˙ εν οις ο χορός των Αγίων δαδουχεί και οδηγεί, προς θείαν Παραδείσου είσοδον και απαύστως άδει τη Τριάδι.
Αλληλούϊα.
Έχοντες την Τριάδα, εν υμίν ενοικούσαν, Απόστολοι Θεού του Λόγου, εις τα έθνη πάντα περιήλθητε, κηρύττοντες τον λόγον της πίστεως, και φωτίσαντες άπαντας, δι’ ο βοώμεν.
Χαίρετε, θείοι μαθηταί Κυρίου˙ χαίρετε, μύσται Θεού του Λόγου.
Χαίρετε, τα έθνη Κυρίω προσάξαντες˙ χαίρετε, τον κόσμον δουλείας λυτρώσαντες.
Χαίρετε, ειδώλων τεμένη εδαφίσαντες˙ χαίρετε, ναούς εις Θεού δόξαν εγείραντες.
Χαίρετε, ότι τας ψυχάς υμών Κυρίω εθύσατε˙ χαίρετε, ότι ανθρώπων ψυχάς διεσώσατε.
Χαίρετε, πενίας βροτούς εκλυτρώσαντες˙ χαίρετε, όλβον ευσεβείας πλουτίσαντες.
Χαίρετε, θανάτου λαούς αφαρπάσαντες˙ χαίρετε ζωήν τοις πιστοίς χορηγήσαντες.
Χαίρετε Πάντες Άγιοι.
Ζάλης της εκ της πλάνης, κινδυνεύοντας πάντας, τους λαούς, ώ Απόστολοι θείοι, προς γαλήνην θείαν, γαληνώς διεσώσατε˙ οδηγήσαντες κόσμον απαλλάξαντες πλάνης, βοώντας Κυρίω.
Αλληλούϊα.
Ήκουσεν Αποστόλων την φθογγήν Αθλοφόρων, χορός ο θεηγόρος προθύμως, και τον κόσμον αφέντες ως φθαρτόν, έδραμον, προθύμως τω Χριστώ, θύεσθαι υπέρ αυτού˙ προς ους ανευφημούντες οι πιστοί βοώμεν.
Χαίροις, Μαρτύρων ο χορός ο υπέρτιμος˙ χαίροις, Αθλοφόρων στρατός ο περίδοξος.
Χαίρετε, αστέρες νοητού στερεώματος˙ χαίρετε, φωστήρες ευσεβούντων συστήματος.
Χαίρετε, πλάνην ειδώλων μειώσαντες˙ χαίρετε, Χριστόν ανδρείως κηρύξαντες.
Χαίρετε, βασιλείας του Χριστού κληρονόμοι˙ χαίρετε, Εκκλησίας παμφαέστατοι λύχνοι.
Χαίρετε, νίκην κατ’ εχθρών οι αράμενοι˙ χαίρετε, δόξαν εκ Θεού κομισάμενοι.
Χαίρετε, πάντων ευσεβών οι προστάται˙ χαίρετε, όντως αιχμαλώτων οι ρύσται.
Χαίρετε Πάντες Άγιοι.
Θεοδώρητον χάριν, εκ Θεού ειληφότες, παρέχετε πιστοίς τας ιάσεις˙ νοσούντας ιάσθε˙ αιχμαλώτους λυτρούσθε, και πάσιν οξέως προφθάνετε Αθλοφόροι, και βοάν Κυρίω πάντας πείθετε αλήκτως.
Αλληλούϊα.
Ίδον οι εν τω κόσμω φως υπέρλαμπρον όντως, φωτί Ιεραρχών λαμπρυνθέντες˙ αυγασθέντες εν λυχνία γαρ της του Χριστού Εκκλησίας προτεθέντες, εφώτισαν άπαντας λατρεύειν τη Τριάδι˙ διο οι φωτισθέντες προς αυτούς βοώμεν.
Χαίρετε, θείοι Ποιμενάρχαι Κυρίου˙ στύλοι Εκκλησίας Δεσπότου.
Χαίροις, Ιεραρχών χορός ο φανώτατος˙ χαίροις, Διδασκάλων όμιλος ο λαμπρότατος.
Χαίρετε, δένδρα εύκαρπα νοητού Παραδείσου˙ χαίρετε, σκεύη εύχρηστα Πνεύματος του Αγίου.
Χαίρετε, πλουτισταί πενομένων ανθρώπων˙ χαίρετε, πορθμευταί πλήθους των σωζομένων.
Χαίρετε, πυρσοί της του βίου θαλάσσης˙ χαίρετε, πηγαί βλύζοντες τας ιάσεις.
Χαίρετε, δι’ ών αιρετικών γλώσσαι ησθένησαν˙ χαίρετε, εφ’ ων δυσσεβών τόξα ητόνησαν.
Χαίρετε Πάντες Άγιοι.
Κλέος των Ορθοδόξων, Ιεράρχαι Κυρίου, εδείχθητε διδάξαντες πάντας˙ τα ορθά της ευσεβείας δόγματα, αιρετικών φληναφίας σβέσαντες, και μυήσαντες ημάς βοάν απαύστως τη Τριάδι.
Αλληλούϊα.
Λάμψαντες ως φωστήρες, και πυρσοί εν τω κόσμω, τους πάντες οδηγείτε οδεύειν, εν θαλάσση και χέρσω Άγιοι, και λυτρούσθε πάντας εκ δεινών και συμφορών, διο υμίν βοώμεν, επαξίως ταύτα.
Χαίρετε, φίλοι πιστοί Κυρίου˙ χαίρετε, δούλοι κοινού Δεσπότου.
Χαίρετε, πιστοίς σωτήρες υπάρχοντες˙ χαίρετε, καμνόντων ιατροί χρηματίζοντες.
Χαίρετε, ως πληρώσαντες των Αγγέλων τους χορούς˙ χαίρετε, ως πηγάζοντες ιαμάτων ποταμούς.
Χαίρετε, φωστήρων δίκην κόσμον φάναντες˙ χαίρετε, αστέρες ουρανών καταυγάζοντες.
Χαίρετε, πιστών Εκκλησίας βάσις άσειστος˙ χαίρετε, ευσεβείας κρηπίς η ασάλευτος.
Χαίρετε, οδηγούντες πλανωμένους Κυρίω˙ χαίρετε, εντρυφώντες Παραδείσου προς πλάτος.
Χαίρετε Πάντες Άγιοι.
Μέλλοντος του Δεσπότου ενδημήσαι τω κόσμω, Προφήτας προαπέστειλε τούτω και χορόν Αποστόλων αγαγών, επεσπάσαντο Μαρτύρων και Οσίων τους χορούς άπαντας, την άνω Εκκλησίαν δι’ αυτών πληρώσας του βοάν απαύστως˙
Αλληλούϊα.
Νέας χάριτος ώφθη, Ιωάννης μεσίτης, ο Πρόδρομος και αρχή μονοτρόπων˙ αλείπτης και κανών των ασκητών εδείκνυτο, εν οις διέλαμψαν Αντώνιος, συν τοις λοιποίς προς ους βοώμεν.
Χαίροις, χορός ασκητών ο πανάριστος˙ χαίροις, πληθύς Οσίων η πάντιμος.
Χαίρετε, Αγγέλων μιμηταί και εφάμιλλοι˙ χαίρετε, ανθρώπων οδηγοί και σωτήριοι.
Χαίρετε, Νόων τον χορόν συμπληρούντες˙ χαίρετε, δαιμόνων την πληθύν τραυματούντες.
Χαίρετε, ότι τα ουράνια συνηνώσατε τη γη˙ χαίρετε, ότι τα επίγεια ελογίσασθε πηλόν.
Χαίρετε, ως χουν τον χρυσόν ηγησάμενοι˙ χαίρετε, Χριστόν αντί πάντων κτησάμενοι.
Χαίρετε, της ερήμου τα τερπνότατα κρίνα˙ χαίρετε, Παραδείσου τα πανεύοσμα ρόδα.
Χαίρετε Πάντες Άγιοι.
Ξένον βίον εν κόσμω των Οσίων ο δήμος, διήνυσε και ξένην ανθρώποις οδόν και άτριπτον έδειξε, την άγουσαν προς πλάτος Παραδείσου, και σωτηρίας πρόξενον, ην ημείς εφεπόμενοι ίχνεσιν αυτών βαίνοντες˙ βοώμεν ούτως.
Αλληλούϊα.
Όλος ήλθεν εξ ύψους, την θεότητα έχων, Πατρός ο προαιώνιος Λόγος, και τα έθνη πάντα προσκαλών εκ σκότους προς φως, ανέδειξεν Αγίων δήμους λαμπρούς˙ ους ανευφημούντες βοώμεν.
Χαίροις, Δικαίων πληθύς η τιμία˙ χαίροις, Προφητών ξυνωρίς η αγία.
Χαίρετε, Απόστολοι των ανθρώπων πρεσβευταί˙ χαίρετε, Διδάσκαλοι αλιέων μαθηταί.
Χαίρετε, Αθλοφόρων αναρίθμητος στρατός˙ χαίρετε, των Οσίων αξιέπαινος χορός.
Χαίρετε, πάντων των Δικαίων το πλήθος˙ χαίρετε, των θείων Γυναικών το στίφος.
Χαίρετε, Αγγέλων συμπολίται και σύσκηνοι˙ χαίρετε, δαιμόνων δραπέται και αντίμαχοι.
Χαίρετε, ημών προστάται και καύχημα˙ χαίρετε, παντός του κόσμου διάσωμα.
Χαίρετε Πάντες Άγιοι.
Πάσα φύσις Αγγέλων, κατεπλάγη ορώσα, προς πάλην τους Αγίους χορούντας, δυσμενών ασάρκων πονηρών˙ και Χριστού νευρούμενοι δυνάμει, συμπατούντας τούτους, και νίκης στέφος αίροντος, συν τούτοις ήδον.
Αλληλούϊα.
Ρήτορας πολυφθόγγους, απεστόμισεν όντως χορόν ο των Αγίων Πάντων, και ως αφώνους ιχθύας απέδειξε˙ του Παρακλήτου χάριτι ρητορεύοντας, το άφραστον μυστήριον, Θεού ενανθρωπήσεως, διο βοώμεν.
Χαίρετε, φέγγος ηλίου αδύτου˙ χαίρετε, θεία όργανα Παρακλήτου.
Χαίρετε, Ελλήνων μωρίαν ελέγξαντες˙ χαίρετε, αθέων ασέβειαν σβέσαντες.
Χαίρετε, ειδώλων τεμένη τεφρώσαντες˙ χαίρετε, ναούς Κυρίω δομήσαντες.
Χαίρετε, Ναοί Τριάδος υπάρξαντες˙ χαίρετε, Χριστού ποθητοί χρηματίσαντες.
Χαίρετε, ευσεβούντων κέρας οι ανυψούντες˙ χαίρετε, ασεβούντων οφρύν καταβαλόντες.
Χαίρετε, πρεσβευταί των υμάς ευφημούντων˙ χαίρετε, λυτρωταί των υμίν μελωδούντων.
Χαίρετε Πάντες Άγιοι.
Σώσαι θέλων τους πάντας, ο Σωτήρ εκ της πλάνης, κατήλθεν εν τω κόσμω αφ’ ύψους, και Αγίων απάντων συμπληρών τον χορόν, ακούει παρά πάντων ούτως.
Αλληλούϊα.
Τείχος των Ορθοδόξων, και απόρθητοι πύργοι, εφάνητε Αγίων οι δήμοι˙ διο οι καταφεύγοντες προς υμάς φρουρούμεθα, και λύτρωσιν ευράμενοι της των εχθρών βλάβης, γεραίροντες υμάς βοώμεν.
Χαίρετε, ρύσται των ευσεβούντων˙ χαίρετε, σώσται κινδυνευόντων.
Χαίρετε, αστέρες νοητού στερεώματος˙ χαίρετε, φωστήρες οικουμένης θεόσδοτοι.
Χαίρετε, αστραπαί διελθόντες την κτίσιν˙ χαίρετε, προμηθευταί προς τας άνω σκηνώσεις.
Χαίρετε, των θαυμάτων πελαγίζοντες ρείθρα˙ χαίρετε, νοσημάτων εκδιώκοντες κλείθρα.
Χαίρετε, πεινόντων οι τροφοί και θαλπήριοι˙ χαίρετε, καχεκτούντων ιατροί και σωτήριοι.
Χαίρετε, οι πνευμάτων πονηρίας διώκται˙ χαίρετε, δόξης του Κυρίου επόπται.
Χαίρετε Πάντες Άγιοι.
Ύμνον σοι Θεού Λόγε, στόματος εκ πηλίνου, προσφέρομεν τολμώντες εκ πόθου˙ ότι ανεπαισχύντους ημίν πρεσβευτάς, εδωρήσω τους Αγίους άπαντας, πιστώς σε θεραπεύσαντας, και δι’ αυτών οικτείρεις άπαντας, τους σοι βοώντας˙
Αλληλούϊα.
Φωτοπάροχον αίγλην, ο χορός των Αγίωνμ, αυγάζει τοις ανθρώποις πλουσίως˙ τω γαρ φωτί της τρισηλίου αίγλης πυρσευόμενος, αντανακλώσας πέμπει τας αυγάς, του τρισηλίου αμαρύγματος˙ διο οι φωτισθέντες δι’ αυτών βοώμεν.
Χαίροις, Ασωμάτων ο χορός˙ ο υπέρλαμπρος˙ χαίροις, Αρχαγγέλων τριάς η θεόλεκτος.
Χαίροις, των Δικαίων πληθύς η θεοσύλλεκτος˙ χαίροις, Προφητών όμιλος θεοδόξαστος.
Χαίροις, Αποστόλων δωδεκάς η θεόφθογγος˙ χαίροις, η δεκάς των επτά θεοπρόβλητος.
Χαίροις, Αθλοφόρων ακατάπληκτος στρατός˙ χαίροις, Ομολογησάντων καρτερόψυχος λογάς.
Χαίρετε, θείοι Ιεράρχαι Κυρίου˙ χαίρετε, πάντες Ιερείς του Υψίστου.
Χαίρετε, Γυναίων αθλησάντων κατάλογος˙ χαίρετε, Οσίων Ασκητών η ομήγυρις.
Χαίρετε Πάντες Άγιοι.
Χάρις τω Ευεργέτη και ημών Κηδεμόνι, τω δείξαντι Αγίων τους δήμους, δι’ αυτών γαρ πας πιστός σέσωσται, και παρρησίαν προς αυτόν ευρίσκομεν, οι εν αμαρτίαις υπεύθυνοι αυτώ βοώντες.
Αλληλούϊα.
Ψάλλοντές σοι τον ύμνον, ευφημούμεν εκ πόθου, το κράτος σου Θεού Λόγε˙ ότι ως ήλιος λαμπρός, αυτός φαίνων μέσον, και ως αστέρας φαεινούς, τους σους Αγίους έδειξας, προς ους βοώμεν.
Χαίρετε, Νόων αΰλων Δυνάμεις˙ χαίρετε, θείων Αρχαγγέλων τάξεις.
Χαίρετε, Προφήται του Νόμου υπέρμαχοι˙ χαίρετε, Δίκαιοι, ευσεβείς οι πρόβολοι.
Χαίρετε, Ιεράρχαι Ορθοδόξων Διδάσκαλοι˙ χαίρετε, όσιοι μετανοίας συνήγοροι.
Χαίρετε, Γυναίων αι γενναίως αθλήσασαι˙ χαίρετε, τούτων αι οσίως ασκήσασαι.
Χαίρετε, φίλοι ποθητοί Θεού Λόγου˙ χαίρετε, μύσται και επόπται Κυρίου.
Χαίρετε Πάντες Άγιοι.
Ώ Πανύμνητε Μήτερ, συν ταις άνω Δυνάμεσι, και πάσι τοις Αγίοις Κυρίου (εκ γ’), δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, και αιωνίου λύτρωσαι κολάσεως, τους Θεώ βοώντας˙
Αλληλούϊα.
Και πάλιν το Κοντάκιον.
Ήχος πλ. δ’. Τη υπερμάχω.
Των Ασωμάτων Λειτουργών πιστοί τα τάγματα˙ και Προφητών σεπτόν χορόν ανευφημήσωμεν˙ Αποστόλους ομού και Μάρτυρας τους γενναίους˙ Ιεράρχας και Οσίους σεμνά Γύναια, και απάντων των Αγίων τον κατάλογον ανακράζοντες.
Χαίρετε Πάντες Άγιοι.
Η/Υ επιμέλεια Σοφίας Μερκούρη.
ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ
ΤΑΣ ΕΠΟΥΡΑΝΙΟΥΣ ΔΥΝΑΜΕΙΣ ΚΑΙ ΕΙΣ
ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΓΙΟΥΣ.
Ποίημα Ιωσήφ του υμνογράφου.
Ου η ακροστιχίς κατ' αλφάβητον.
Ήχος πλ. δ’.
Ωδή Α. Αρματηλάτην Φαραώ.
Άναρχε Λόγε, ιεραίς δεήσεσι, των Χερουβίμ, Σεραφίμ, Εξουσιών Θρόνων, και θείων Δυνάμεων, Αγγέλων, Αρχαγγέλων τε, Αρχών Κυριοτήτων, τα σα ελέη τα πλούσια, δώρησαι ημίν ως φιλάνθρωπος.
Βοήθησόν μοι, του Κυρίου Πρόδρομε, Χριστού δεόμενος, των Προφητών δήμος, Αποστόλων, σύλλογος, Μαρτύρων τα στρατεύματα, το των όλων Δεσπότην, εκδυσωπείτε σωθήναί με, πταίσματι πολλοίς συνεχόμενον.
Γυναίκες θείαι, αι καλώς αθλήσασαι, και εξασκήσασαι, Ιεραρχών δήμος, Όσιοι και Δίκαιοι, σεπταί Ιερομάρτυρες, αγαθών αιωνίων, επιτυχείν ικετεύσατε, πίστει τους υμάς μακαρίζοντας.
Θεοτοκίον.
Δεδουλωμένον ηδοναίς τους σώματος, τον νουν μου Δέσποινα, και αγαθή μόνη, όλον ελευθέρωσον, και δούλον γνησιώτατον, αγαθών εργασίαις, του σου Υιού με ανάδειξον, όπως κατά χρέος δοξάζω σε.
Ωδή γ’. Ο στερώσας κατ’ αρχάς.
Εκ των σκανδάλων του εχθρού, ώ Σεραφίμ, ρύσασθαί με, Εξουσίαι Χερουβίμ ικετεύω, Κυριότητες Αρχαί, και Θρόνοι και Αρχάγγελοι, συν τοις Αγγέλοις πάσι τον Λυτρωτήν ικετεύσατε.
Ζην εναρέτως με αεί, Πρόδρομε εκδυσώπει, συν Προφήταις και Μαρτύρων χορείαις, Αποστόλων ιερών, Ιεραρχών Οσίων τε, και Ιερομαρτύρων, τελειωθέντων δι’ αίματος.
Ής ηξιώθητε τρυφής, και δόξης αδιαδόχου, αι αθλήσασαι Γυναίκες ανδρείως, και σκήσασαι φαιδρώς, και τον εχθρόν νικήσασαι, ταύτης ημάς γενέσθαι, εν μετοχή ικετεύσατε.
Θεοτοκίον.
Θεοχαρίτωτε Αγνή, μετά των άνω ταγμάτων, μετά πάντων των σοφών Αποστόλων, και Μαρτύρων ιερών, και Προφητών ικέτευε, όπως τελείαν λύσιν, αμαρτημάτων ληψόμεθα.
Ωδή δ’. Συ μου ισχύς Κύριε.
Ίδε Χριστέ, και μη παρίδης με δέομαι, αμαρτίαις πάσαις συνεχόμενον, άλλ’ ικεσίαις των ιερών, πάντων σου Αγγέλων, Μαρτύρων και Αποστόλων σου, οικτίρησόν με σώσον, και της σης βασιλείας, κληρονόμον με δείξον ως εύσπλαγχνος.
Κήρυξ Χριστού, Πρόδρομε τον εσβεσμένον μου, της καρδίας λύχνον νυν επάναψον, λύχνος Ηλίου του νοητού, ήδη χρηματίσας, και συν Προφήταις ικέτευε και πάσι τοις Αγίοις εν θερμή μετανοία την ζωήν μετελθείν με την πρόσκαιρον.
Λάμψον μοι φως, της μετανοίας φιλάνθρωπε, μεσιτείαις των εν οσιότητι, θεραπευσάντων σε Ιησού, ιερών Γυναίων, Ιεραρχών και Μαρτύρων σου, κηρύκων Αποστόλων, και Ιερομαρτύρων, και τυχείν σωτηρίας αξίωσον.
Μόνη Θεόν, σωματωθέντα κυήσασα, Παναγία, τούτον καθικέτευε, εν τη ημέρα τη φοβερά, πάντας ημάς σώσαι, και της κολάσεως ρύσασθαι, ζωής αιωνιζούσης, και φωτός αξιώσαι, και συν τούτοις καλώς θεραπεύσασιν.
Ωδή ε’. Ίνα τι με απώσω.
Νοεραί σε Δυνάμεις, νυν καθικετεύουσιν εύσπλαγχνε Κύριε, Εξουσίαι, Θρόνοι, Σεραφίμ, Κυριότητες Άγγελοι, συν τοις Αρχαγγέλοις, και ταις Αρχαίς˙ ίλεως έσο, τω λαώ σου, και σώσον ως εύσπλαγχνος.
Ξενοτρόπως βιώσας, Πρόδρομε μακάριε˙ ξένον με ποίησον, πάσης τιμωρίας, Ιησούν δυσωπών τον φιλάνθρωπον, συν Προφήταις θείοις, και Αποστόλοις, Ιεράρχαις και Μαρτύρων αγίοις στρατεύμασιν.
Ο τους σους Ιεράρχας και Ιερομάρτυρας λαμπρύνας Κύριε, και σεπτών Γυναίων, αθλησάντων, τον θείον κατάλογον, μεγαλύνας τούτων, ταις προσευχαίς οικτίρησόν με, ο ειδώς μου τα άμετρα πταίσματα.
Θεοτοκίον.
Παναγία Παρθένε, Λόγον τον πανάγιον αποκυήσασα, της ψυχής μου πάσαν αθυμίαν και λύπην απέλασον, και ευόδωσόν μου, τον λογισμόν τα θεία πράττειν, ίνα πίστει και πόθω δοξάζω σε.
Ωδή ς’. Ιλάσθητί μοι, Σωτήρ.
Ρυσθήναί με της εκεί, αποκειμένης κολάσεως, δεήθητε Χερουβίμ, Θρόνοι Κυριότητες, Άγγελοι Αρχάγγελοι, Αρχαί και Δυνάμεις, τον Δεσπότην πάσης κτίσεως.
Συν Αποστόλων χοροίς, και των Μαρτύρων στρατεύμασι, Πρόδρομε κήρυξ Χριστού, ευρείν ημάς έλεος, εν ώρα της κρίσεως, Ιησούν δυσώπει, τον φιλάνθρωπον Θεόν ημών.
Των αθλησάντων στερρώς, Γυναίων Θέκλα εξάρχουσα, ικέτευε συν αυταίς τον εύσπλαγχνον Κύριον, παθών αμαυρώσεως, και πειρατηρίων, πολυτρόπων λυτρωθήναι ημάς.
Θεοτοκίον.
Υμνούμέν σε οι πιστοί, θεοχαρίτωτε Δέσποινα, τον υπερύμνητον γαρ, Θεόν απεκύησας˙ ον δυσώπει άχραντε, πόλιν και λαόν σου, εν ειρήνη διασώζεσθαι.
Ωδή ζ’. Θεού συγκατάβασιν.
Φωτός φώτα δεύτερα, του πρώτου όντες, άγιοι Άγγελοι, εν μεθέξει αύλω και πανολβίω καταφαιδρύνεσθε˙ όθεν κραυγάζω˙ Τον νουν μου φωτίσατε, εσκοτισμένον αεί βίου τοις πάθεσιν.
Χορός ο μακάριος των Αποστόλων καθικευεύει σε, συν τω θείω Προδρόμω, των Αθλοφόρων και ιερών Προφητών Ιεραρχών τε Οσίων φιλάνθρωπε˙ πάριδε πάντων ημών τα πλημμελήματα.
Ψυχής μου κατάβαλε, Χριστέ τον πόνον, και ταύτην οίκτιρον, των Ιερομαρτύρων˙ Ιεραρχών τε και των Οσίων σου, ταις μεσιτείαις μη καταισχύνης με, ηνίκα μέλλω τω σω θρόνω παρίστασθαι.
Θεοτοκίον.
Ως θρόνος πυρίμφορος, τον Βασιλέα φέρεις της κτίσεως, ον δυσώπει Παρθένε, συν μακαρίαις και ιεραίς Γυναιξί, της βασιλείας αυτού αξιώσαί με, υμνολογούντα, πιστώς την προστασίαν σου.
Ωδή η’. Επταπλασίως κάμινον.
Ώ Χερουβίμ πυρίμορφα, Σεραφίμ, πολυόμματα, Θρόνοι Εξουσίαι, και Αρχαί και Άγγελοι και πάντες Αρχάγγελοι, και Κυριότητες ιεραί, συν τω μακαρίω δυσωπείτε Προδρόμου, Προφήταις Αποστόλοις, Ιεράρχαις Οσίοις, και πάσι τοις Δικαίοις, ημάς ελεηθήναι.
Δότε ημίν βοήθειαν, Πέτρε, Παύλε, Ιάκωβε, και Βαρθολομαίε, και Θωμά και Φίλιππε, Ανδρέα, Μάρκε, Λουκά, και Ιωάννη φίλε Χριστού, Σίμων και Ιούδα παμμακάριστοι, θείοι, και μέγιστε Ματθία, επηρείαις του πλάνου, καταπεπονημένοις και εξηπορημένοις.
Ηλιακών λαμπρότερος, χρηματίσας ελλάμψεων, Στέφανε ο πρώτος Αθλητών γενόμενος, συν τούτοις ικέτευε, καταυγασθήναι πάντας ημάς, και της αμαρτίας, εκφυγείν πάντα ζόφον, βοώντας τω Δεσπότη˙ Ιερείς ευλογείτε, λαός υπερυψούτε εις πάντας τους αιώνας.
Θεοτοκίον.
Ιχνηλατείν με Πάναγνε, τους οσίως βιώσαντας, δια πολιτείας εναρέτου ποίησον, εχθρούς καταρράσσουσα, τους αφειδώς με θλίβοντας, και προς της σαρκός, κατολισθαίνειν τα πάθη, απαύστως ενοχλούντας, ίνα χαίρων κραυγάζω˙ Λαός υπερυψούτε, Χριστόν εις τους αιώνας.
Ωδή θ’. Εξέστη επί τούτω ουρανός.
Ως θείαι Εξουσίαι και Χερουβίμ ,Σεραφίμ Κυριότητες Άγγελοι, Θρόνοι Αρχαί, πάσαι και Δυνάμεις πανευκλεείς και ιεροί Αρχάγγελοι, δέησιν ποιείτε προς τον Θεόν, καλώς ημάς βιώσαι, τυχείν τε σωτηρίας, και των δεινών απολυτρώσασθαι.
Συν πάσι τοις Προφήταις ως Προφητών, χρηματίσας υπέρτερος Πρόδρομε, των αγαθών, πάντων καταξίωσον και ημάς, τους κακωθέντας πάθεσι, και ταις επηρείαις του πονηρού, αεί συνεχομένους, και βίου ταις απάταις, όπως υμάς πίστει γεραίρωμεν.
Η θεία Αποστόλων πανευκλεής, δωδεκάς συν τοις Μάρτυσιν άπασιν, Ιερουργοίς, και Ιερομάρτυσιν ιεροίς, Προφήταις μακαρίοις τε, Όσιοι και Δίκαιοι, αι στερρώς, αθλήσασαι Γυναίκες, υπέρ ημών πρεσβείαν, προς τον Φιλάνθρωπον ποιήσατε.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε τον αγαθόν, εκδυσώπει Υιόν σου και Κύριον, δια παντός, την κεκακωμένην ταις προσβολαίς του ψυχοφθόρου δράκοντος, και εξασθενήσασάν μου ψυχήν, ιάσασθαι και σώσαι, και πάσαις αγαθύναι, ταις φωτοφόροις αναβάσεσιν.
Η/Υ επιμέλεια Σοφίας Μερκούρη.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου