Δευτέρα 13 Ιουνίου 2022

 



 

 

 ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ

Ἀπολυτίκιον 
Ήχος πλ. δ'.
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους, τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι' αὐτῶν, τὴν οἰκουμένην σαγηνεύσας· φιλάνθρωπε, δόξα σοι.

Κοντάκιον
Ἦχος πλ. δ΄.

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε· καὶ συμφώνως δοξάζομεν, τὸ πανάγιον Πνεῦμα.





«Сошествие Святого Духа на апостолов». Архиепископская мастерская в Великом Новгороде. Рубеж XV—XVI веков.
"Η Κάθοδος του Αγίου Πνεύματος μετά των Αποστόλων». Εικόνα τοῦ αιώνα XV-XVI. στο Αρχιεπισκοπικό κατάστημα στο Νόβγκοροντ.



ΕΑΝ   ΘΕΛΕΤΕ
ΕΠΙΣΚΕΦΘΕΙΤΕ
ΤΙΣ ΠΑΡΑΚΑΤΩ 
ΔΗΜΟΣΙΕΥΜΕΝΕΣ ΞΕΝΕΣ ΙΣΤΟΣΕΛΙΔΕΣ




Святой Дух.
 Фреска монастыря Гелати, Грузия.
Άγιο Πνεύμα. 
Τοιχογραφία (fresco) στην Ιερά Μονή Gelati της Γεωργίας.












H φιλοξενία του Aβραάμ, 15ος αι., ξύλο, φύλλο χρυσού, αυγοτέμπερα στο Βυζαντινό Μουσείο Αθηνών

ΠΕΡΙΓΡΑΦΗ ΤΗΣ ΕΙΚΟΝΟΣ

῾Η εἰκών, πού εὑρίσκεται εἰς τό Βυζαντινόν Μουσεῖον ᾿Αθηνῶν καί εἶναι τοῦ 16ου αἰῶνος, φέρει τήν ἐπιγραφήν “Η ΕΝ Τῌ ΣΚΗΝῌ ΤΟΥ ΑΒΡΑΑΜ ΤΗΣ ΖΩΑΡΧΙΚΗΣ ΤΡΙΑΔΟΣ ΦΑΝΕΡΩΣΙΣ”. Πέριξ μιᾶς ὀρθογωνίου τραπέζης μέ καγκελλωτόν ἐγκάρσιον ἄνοιγμα εἰς τήν ἐμπροσθίαν πλευράν κάθηνται οἱ τρεῖς ἄγγελοι. Κρατοῦν τά σκῆπτρά των καί οὐρανώνουν τήν γῆν μέ τόν γλυκασμόν τῆς ὡραιότητος τῶν προσώπων των, τήν εὐγένειαν τῆς ἐκφράσεως, τήν γαλήνην τῆς στάσεώς των καί τήν σιγήν τοῦ μυστηρίου, πού ἐμπνέει ἡ παρουσία των. Οἱ φωτοστέφανοι, πού περιβάλλουν τάς κεφαλάς των, φωτίζουν καί λαμπρύνουν τήν σκηνήν.

῎Οπισθεν τῶν ἀγγέλων διακονοῦν οἱ οἰκοδεσπόται. ᾿Αριστερά — ὡς πρός τόν θεατήν — εἰκονίζεται ὁ ᾿Αβραάμ μέ τήν πλουσίαν γενειάδα του, τήν μακράν κόμην του καί τό πλατύ πρόσωπόν του. Κρατεῖ ἡμισφαιρικόν δοχεῖον καί μέ τήν κλίσιν τοῦ σώματός του ἐκφράζει τήν φιλόξενον διάθεσίν του, τήν προθυμίαν του νά περιποιηθῇ καί νά εὐχαριστήσῃ τούς ἐπισήμους ξένους του.

᾿Απέναντι ἀπό τόν ᾿Αβραάμ, εἰς τά δεξιά τῆς εἰκόνος, παριστάνεται ἡ Σάρρα. Κρατεῖ καί αὐτή ἐπιτραπέζιον σκεῦος. Τό βλέμμα της εἶναι στοχαστικόν. ῾Η πληροφορία ὅτι θά ἀπέκτα τέκνον, παρ᾿ ὅλην τήν γεροντικήν της ἡλικίαν, τῆς φέρει ἱερούς στοχασμούς.

᾿Επαναλαμβάνει ἴσως ἐν σιγῇ τούς λόγους ἑνός ἐκ τῶν φιλοξενουμένων της: “Μή ἀδυνατήσει παρά τῷ Θεῷ ρῆμα; ( = ὑπάρχει ἀδύνατον πρᾶγμα διά τόν Θεόν;)” (Γεν. 18, 14).

Τήν εἰκόνα μας κλείουν τά εἰς τό βάθος εἰκονιζόμενα δύο οἰκοδομήματα καί δύο δένδρα.

Τήν παράστασιν φαιδρύνουν οἱ ὡραῖοι χρωματικοί συνδυασμοί τῶν ἐνδυμάτων τῶν προσώπων, ἐνῷ ἡ ἐπιτυχής πτυχολογία τήν ἐξιδανικεύει καί τήν ἐξαϋλώνει.

῾Η ὅλη σκηνή παρουσιάζει μίαν τελετουργικήν μεγαλοπρέπειαν. ῞Οταν ἡ φιλοξενία τοῦ ᾿Αβραάμ ἁπλώνεται ἐπί τοιχογραφίας, κανονικῶς εὑρίσκεται ἐντός τοῦ ῾Ιεροῦ Βήματος, ἐπάνω ἀπό τήν Πλατυτέραν. Τοῦτο δέ γίνεται διότι ἡ παράστασις συνδέεται μέ τό Μυστήριον τῆς θείας Εὐχαριστίας.







τίτλος: Η Φιλοξενία του Αβραάμ (Αγία Τριάδα)
Χρονολογία: τέλη 12ου αιώνα
Υλικό: Νωπογραφία
Διαστάσεις: -
Δημιουργός: Άγνωστος
Προέλευση: Πάτμος, Μονή Αγίου Ιωάννη του Θεολόγου, παρεκκλήσιο Παναγίας
Πηγή: Αχειμάστου-Ποταμιάνου, Μ., Βυζαντινές Τοιχογραφίες, Ελληνική Τέχνη, Εκδοτική Αθηνών, Αθήνα, 1995.

Περιγραφή:
Το αρχικό ζωγραφικό πρόγραμμα στο παρεκκλήσιο της Παναγίας τιμά τη Θεοτόκο και την Αγία Τριάδα στο ιερό και τα θαύματα του Χριστού, που παριστάνονται στην οροφή και ως το μέτωπο του δυτικού τοίχου, όπου πιο κάτω σπάνια για την εποχή σύνθεση ιεράρχη ως Πηγής της σοφίας, καθώς και πλήθος αγίων. Η Φιλοξενία του Αβραάμ διακοσμεί το τύμπανο του ανατολικού τοίχου επάνω από την ένθρονη Παναγία, σε μικρότερη κλίμακα, και επιγράφεται «Η Αγία Τριάς», εικόνα της οποίας αποδίδει συμβολικά η παράσταση. Το μυστικό, σωτηριολογικό και ευχαριστιακό νόημά της εξηγεί τη θέση της βιβλικής θεοφάνειας στο ιερό, όπου βρίσκεται ήδη τον 6ο αιώνα, όπως κατόπιν συχνά στις παλαιολόγειες τοιχογραφίες. Η σπάνια της εποχής θέση στο παρεκκλήσιο της Πάτμου θα πρέπει να συνδέεται ειδικότερα με τις έντονες θεολογικές συζητήσεις αυτών ακριβώς των χρόνων. Επιβλητική στη συμβολική της ενάργεια και απλότητα η παράσταση, απορρίπτει κάθε στοιχείο δήλωσης τοπιογραφικού περιβάλλοντος. Οι τρεις άνδρες της βιβλικής διήγησης (Γέν. 18) και άγγελοι Κυρίου, ζυγισμένοι στο κέντρο, με έξοχη συμμετρία στη στάση, ευλογούν το τραπέζι που ετοίμασε στην υποδοχή τους ο Αβραάμ, που τους διακονεί από αριστερά προσερχόμενος. Αναδεικνύεται ο μεσαίος, κατά μέτωπο, άγγελος με πορφυρό χιτώνα και βαθυκύανο ιμάτιο σαν ο Χριστός, κρατώντας το κλειστό ειλητό αντί σκήπτρου των άλλων. Με θελκτικά νεανικά πρόσωπα, ζωηρό πλάσιμο και δυνατό βλέμμα, με τελετουργική διαγράμμιση των πτυχών στα φορέματα, οι ουράνιοι απεσταλμένοι υψώνονται ήρεμα με το άνοιγμα των φτερών. Μικρότερος, στη σκέπη τους, κινείται ο σεμνός πρεσβύτης με πλούσιο, δυναμικό απόπτυγμα του ιματίου.





















«Φιλοξενία Αβραάμ» (εικόνα τού τέλους τού 14ου αιώνα μ.Χ.
στην Ιερά Μεγίστη Μονή Βατοπαιδίου),





Η Αγία Τριάδα
Εικόνα τού 18ου αιώνα μ.Χ.
στο Εκκλησιαστικό Βυζαντινό Μουσείο
τήν Ιεράς Μητροπόλεως Μυτιλήνης









ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛΟΓΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ. 

 Πᾶσαν ἑορτῆς ὑπόθεσιν φαιδροτέραν ὁ ∆αβὶδ δι' ἑαυτοῦ ἀπεργάζεται, τὴν πολυαρμόνιον ἐκείνην κιθά ραν προσφόρως ἀεὶ τῇ χρείᾳ μεθαρμοζόμενος. Οὐκ οῦν καὶ τὴν μεγάλην τῆς Πεντηκοστῆς ἑορτὴν φαι δρυνέτω ἡμῖν ὁ αὐτὸς Προφήτης, τῷ πλήκτρῳ τοῦ Πνεύματος ἐν ταῖς χορδαῖς τῆς σοφίας τὸ μέλος ἀνακρουόμενος. Εἰπάτω τοίνυν ἐκ τῆς ἐνθέου μελ ωδίας ἐκείνης, τὸ τῇ παρούσῃ χάριτι πρόσφορον, ὅτι ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Πρότερον χρὴ γνῶναι τὴν χάριν, ἥτις ἐστὶν, εἶθ' οὕτως τὴν κατάλληλον ἐκ τῆς προφητείας ἐφαρμόσαι τῇ ὑποθέ σει φωνήν· καί μοι δότε, καθὼς ἂν ᾖ δυνατὸν, διά τινος ἀκολούθου τάξεως διασαφῆσαι τὸν περὶ τούτων λόγον· Πεπλάνητο κατ' ἀρχὰς τὸ ἀνθρώπινον, πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, καὶ καταλιπόντες τὸν τῆς κτίσεως Κύριον, οἱ μὲν τοῖς τοῦ κόσμου στοιχείοις δι' ἀπάτην ὑπέκυπτον, ἄλλοι δὲ τὴν τῶν δαιμό νων φύσιν ἐποιοῦντο σεβάσμιον, πολλοῖς δὲ τὸ Θεῖον ἐδόκει καὶ ἡ χειροποίητος τῶν εἰδώλων μορφὴ, οἷς βωμοί τε, καὶ ναοὶ, καὶ τελεταὶ, καὶ θυσίαι, καὶ τε μένη, καὶ ἀφιδρύματα, καὶ πάντα τὰ τοιαῦτα παρ' αὐτῶν ἀνετίθετο εἰς θεραπείαν τῶν ψευδωνύμων θεῶν. Εἶδε τοίνυν τῷ τῆς φιλανθρωπίας ὀφθαλμῷ τὴν τῆς φύσεως τῶν ἀνθρώπων διαφθορὰν ὁ ∆εσπότης τῆς φύσεως, καὶ διά τινος ἀκολουθίας ἀπὸ τῆς πλάνης ἐπανάγει τὴν ἀνθρωπίνην ζωὴν πρὸς τὴν τῆς ἀλη θείας ἐπίγνωσιν. Ὥσπερ γὰρ οἱ τοὺς ἐν λιμῷ χρονίῳ συντετηκότας, μετά τινος ἰατρικῆς ἐπιστήμης ἀνα λαμβάνοντες, οὐκ ἀθρόως ἐπὶ τὸν κόρον προάγου σι, φειδοῖ τῆς ἀσθενείας αὐτῶν· ἀλλὰ διὰ τῆς συμμέτρου τροφῆς ἀναληφθείσης αὐτοῖς τῆς δυνά μεως, τότε συγχωροῦσι κατ' ἐξουσίαν ἐμφορεῖσθαι  τοῦ κόρου· κατὰ τὸν αὐτὸν τρόπον τῷ φοβερῷ λιμῷ τῆς ἀνθρωπίνης φύσεως δαπανηθείσης, τεταμιευμένη γίνεται αὐτοῖς παρὰ τῆς οἰκονομίας ἡ τῆς τῶν μυστη ρίων τροφῆς μετουσία· ὥστε διά τινος ἀκολούθου τάξεως ἀεὶ τὸ τέλειον προσλαμβάνοντας, οὕτως ἐπὶ τὸ πέρας φθάσαι τῆς τελειότητος. Τὸ μὲν γὰρ σῶζον ἡμᾶς ἡ ζωοποιός ἐστι δύναμις, ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος πιστευομένη. Οἱ δὲ τοῦ παντὸς ἀχώρητοι διὰ τὴν γεγενημένην αὐτοῖς ἐκ τοῦ λιμοῦ τῶν ψυχῶν ἀσθένειαν, πρότερον ἐκ τῆς πολυθεΐας ὑπὸ τῶν προφητῶν τε, καὶ τοῦ νόμου με τατεθέντες, εἰς μίαν θεότητα βλέπειν ἐθίζονται, καὶ ἐν τῇ μιᾷ θεότητι μόνην τὴν τοῦ Πατρὸς δύναμιν κα τανοοῦσιν, ἀχώρητοι, καθὼς εἶπον, ὄντες τῆς τελείας τροφῆς. Εἶτα διὰ τοῦ Εὐαγγελίου καὶ ὁ μονογενὴς Υἱὸς τοῖς διὰ τοῦ νόμου προτετελειωμένοις ἀπο καλύπτεται, μετὰ τοῦτο παραγίνεται ἡμῖν ἡ τελεία τῆς φύσεως ἡμῶν τροφὴ, τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐστιν ἡ ζωή. Αὕτη τῆς ἑορτῆς ἡ ὑπόθεσις· διὰ ταῦτα καλῶς ἔχει, χορευτὰς ἡμᾶς γενομένους τοῦ Πνεύμα τος, πείθεσθαι τῷ κορυφαίῳ τῆς πνευματικῆς ταύ της χοροστασίας ∆αβὶδ τῷ λέγοντι· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι, καθώς φησιν ὁ Ἀπόστολος. Σήμερον γὰρ κατὰ τὴν ἐτήσιον τοῦ ἔτους περίοδον τῆς πεντηκοστῆς συμπληρουμένης, κατὰ τὴν ὥραν ταύτην, εἴγε περὶ τὴν τρίτην ὥραν τῆς ἡμέρας ἐσμὲν, ἐγένετο ἡ ἀνεκδιήγητος χάρις. Κατεμίχθη γὰρ πάλιν τοῖς ἀνθρώποις τὸ Πνεῦμα, ὅπερ πρότερον διὰ τὸ γενέσθαι σάρκα τὸν ἄνθρωπον τῆς φύσεως ἡμῶν ἀπεφοίτησε· καὶ διὰ τῆς βιαίας ἐκείνης πνοῆς, τῶν πνευματικῶν τῆς πονηρίας δυνάμεων, καὶ πάντων τῶν ῥυπαρῶν δαιμονίων ἀποσκεδασθέντων ἀπὸ τοῦ ἀέρος, ἐν τῇ καθόδῳ τοῦ Πνεύματος, πλήρεις τῆς θείας δυνάμεως, ἐν εἴδει πυρὸς, . 2 ὑπερῴῳ καταλειφθέντες ἐγένοντο· οὐδὲ γάρ ἐστι δυνατὸν ἄλλως μέτοχον Πνεύματος ἁγίου γενέσθαι τινὰ, μὴ τῷ ὑπερῴῳ τῆς ζωῆς ταύτης ἐνδιαιτώμενον. Ὅσοι γὰρ τὰ ἄνω φρονοῦσι, μεταθέντες ἑαυτῶν ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευμα, τοῦ ὑπερῴου τῆς ὑψηλῆς πολιτείας ὄντες οἰκήτορες, ἐν μετουσίᾳ τοῦ ἁγίου Πνεύματος γίνονται. Οὕτω γάρ φησιν ἡ ἱστορία τῶν Πράξεων, ὅτι συνηγμένων αὐτῶν ἐν τῷ ὑπερῴῳ, τὸ καθαρὸν ἐκεῖνο καὶ ἄϋλον πῦρ εἰς εἴδη γλωσσῶν, κατὰ τὸν ἀριθμὸν τῶν μαθητῶν, διασχίζεται. Ἐκεῖνοι μὲν οὖν Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, καὶ τοῖς λοιποῖς ἔθνεσι διελέγοντο, κατ' ἐξουσίαν πρὸς πᾶσαν ἐθνικὴν γλῶσσαν τὰς ἑαυτῶν φωνὰς μεθαρμόζοντες· Ἐγὼ δὲ, καθώς φησιν ὁ Ἀπόστολος, θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους ὠφελήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. Τότε μὲν χρήσιμον τὸ ὁμόφωνον γίνεσθαι τοῖς ἀλλογλώσσοις, ὡς ἂν μὴ ἀνενέργητον εἴη τὸ κήρυγμα τοῖς ἀγνοοῦσι, τῇ φωνῇ τῶν κηρυσσόντων ἐμποδιζόμενον· νῦν μέντοι τῆς κατὰ τὴν γλῶσσαν ὁμοφωνίας 46.700 οὔσης, ἐπιζητῆσαι χρὴ τὴν πυρίνην γλῶσσαν τοῦ Πνεύματος εἰς φωτισμὸν τῶν δι' ἀπάτης ἐσκοτισμένων. Οὐκοῦν καὶ πρὸς τοῦτο ἡμᾶς ὁδηγησάτω ∆αβὶδ, συγχορεύοντα λαβὼν ἑαυτῷ τὸν Ἀπόστολον. Ἐν γὰρ τῇ ψαλμῳδίᾳ ταύτῃ, ἧς ἡ ἀρχὴ τὸ ἀγαλλίαμα ἡμῖν τὸ ἐπὶ τῷ Κυρίῳ χαρίζεται, λέγουσα· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, οὐ διὰ τούτου πρὸς τὴν τοῦ ἁγίου Πνεύματος ὁδηγούμεθα δοξολογίαν· ἀλλὰ πολὺ μᾶλλον ἐν τοῖς ὑπολοίποις τὰ περὶ τῆς θεότητος αὐτοῦ διδασκόμεθα. Λέξω δὲ ὑμῖν αὐτὰ τοῦ Προφήτου τὰ ῥήματα, οἷς συντίθεται καὶ ὁ μέγας Ἀπόστολος· ἔχει δὲ ἡ ῥῆσις οὕτως· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Τούτων μεμνημένος ὁ θεῖος Ἀπόστολος, οὕτω φησί· ∆ιὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ Προφήτου τὰς ῥήσεις ἐπήγαγεν, ἐφαρμόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύματος. Τίς οὖν ἐστιν, ὃν ἐπείρασαν οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ; τίς, ὃν παρώργισαν; Μάθε παρ' αὐτοῦ τοῦ Προφήτου, ὅς φησιν, ὅτι· Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον. Ἀλλὰ μὴν ὁ Ἀπόστολος προτάξας τὸ πρόσωπον τοῦ ἁγίου Πνεύματος, ἐκείνῳ ταύτας τὰς φωνὰς ἀνατίθησι, λέγων· ∆ιὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Οὐκοῦν ὃν ὕψιστον Θεὸν ὁ Προφήτης κατωνόμασε, τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα τὸ ἅγιον εἶναι λέγει. Εἰ δὲ ἀπιστεῖς, πάλιν τὸ εἰρημένον ἐπίσκεψαι· ∆ιὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Εἰ οὖν τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι· Ἐπείρασάν με οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Προφήτης διαμαρτύρεται, ὅτι ὁ ἐν τῇ ἐρήμῳ πειρασθεὶς, ὕψιστός ἐστι Θεός· ἐνεφράγη τὰ στόματα τῶν Πνευματομάχων, τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ ἀδικίαν, σαφῶς τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρημένων τὴν θεότητα κηρυσσόντων τοῦ Πνεύματος· τοῦ μὲν εἰπόντος, ὅτι, Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον, καὶ ὡς παρὰ τοῦ Θεοῦ τοῖς Ἰσραηλίταις προφέροντος τὴν ῥῆσιν ἐκείνην, ὅτι, Ἐν τῇ ἐρήμῳ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· τοῦ δὲ μεγάλου Παύλου τῷ ἁγίῳ Πνεύματι ταύτας τὰς φωνὰς ἐφαρμόσαντος, ὡς διὰ τούτων ἐναργῶς ἀποδειχθῆναι, ὅτι Θεὸς ὕψιστος τὸ Πνεῦμά ἐστι τὸ ἅγιον. Ἆρα βλέπουσιν οἱ ἐχθροὶ τῆς δόξης τοῦ Πνεύματος τὴν πυρίνην γλῶσσαν τῶν θείων λογίων τὴν τὰ κεκρυμ 46.701 μένα φωτίζουσαν, ἢ ὡς πεπληρωμένων τοῦ γλεύκους καταγελάσουσιν; Ἐγὼ δὲ κἂν ταῦτα λέγωσι καθ' ἡμῶν, συμβουλεύω ὑμῖν, ἀδελφοὶ, μὴ φοβηθῆναι τὸν ὀνειδισμὸν τῶν τοιούτων, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι.  3 Εἴθε γὰρ γένοιτό ποτε καὶ ἐκείνοις τὸ γλεῦκος τοῦτο, ὁ νεοθλιβὴς οὗτος οἶνος, ὁ ἐκ τῆς ληνοῦ προχεθεὶς, ἣν ἐπάτησε διὰ τοῦ Εὐαγγελίου ὁ Κύριος, ἵνα σοι πότιμον τοῦ ἰδίου βότρυος τὸ αἷμα ποιήσῃ. Εἴθε γὰρ ἐπληρώθησαν κἀκεῖνοι τοῦ νέου τούτου οἴνου, ὃν γλεῦκος ὠνόμασαν, ὃς τὴν διὰ τοῦ αἱρετικοῦ ὕδατος ἐπιμιξίαν παρὰ τῶν καπήλων οὐκ ἔπαθε· πάντως γὰρ καὶ τοῦ Πνεύματος πλήρεις ἐγένοντο, δι' οὗ τὸ παχύ τε καὶ ἰλυῶδες τῆς ἀπιστίας οἱ Πνεύματι ζέοντες ἀφ' ἑαυτῶν ἐξαφρίζουσιν. Ἀλλ' οὐ δύνανται οἱ τοιοῦτοι ἐν ἑαυτοῖς τὸ γλεῦκος δέξασθαι, ἔτι τὸν παλαιὸν ἀσκὸν περιφέροντες, ὃς περικρατεῖν τὸν τοιοῦτον μὴ δυνάμενος οἶνον, αἱρετικῶς ἀποῤῥήγνυται. Ἀλλ' ἡμεῖς, ἀδελφοὶ, καθώς φησιν ὁ Προφήτης, ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, πίνοντες, καὶ τὰ τῆς εὐσεβείας γλυκάσματα, καθὼς ὁ Ἔσδρας διακελεύεται, καὶ ταῖς τῶν ἀποστόλων τε καὶ προφητῶν χοροστασίαις ἐμφαιδρυνόμενοι, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐπὶ τῇ ἡμέρᾳ ταύτῃ, ἣν ἐποίησεν ὁ Κύριος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 


Η φιλοξενία του Αβραάμ του 14ου αιώνα στο Μουσείο Μπενάκη





ΛΟΓΟΣ
εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα συνερανισθεὶς ἐκ διαφόρων 
πρὸς Αὐτὴν λόγων τοῦ ὁσίου πατρὸς ἡμῶν σοφωτάτου
Ἰωσὴφ τοῦ Βρυεννίου*
* Ἰωσήφ ὁ Βρυέννιος, 14-15ος αἰών. Βαθὺς θεολόγος καὶ δεινὸς ῥήτωρ, μέγας Διδάσκαλος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἀγωνισθεὶς σθεναρῶς κατὰ τῆς Ἑνώσεως μετὰ τῶν Λατίνων, χρηματίσας δὲ διδάσκαλος καὶ καθοδηγητὴς τοῦ μεγάλου προμάχου τῆς Ὀρθοδοξίας Μάρκου τοῦ Εὐγενικοῦ.


Θεὸς ἐμοὶ δόξα καὶ πλοῦτος καὶ καύχημα· Θεὸς τὸ γλυκύτατον καὶ ἥδυστον ὑπὲρ πᾶν πρᾶγμα, πρᾶγμα. Θεὸς τὸ μελέτημα καὶ ἐντρύφημα τοῖς σῳζομένοις χριστιανοῖς· Θεοῦ πνοὴ ἡ ψυχή μου· Θεοῦ πλάσμα τὸ σῶμά μου· Θεοῦ εἰμι ὅλος εἰκών· Θεοῦ θείᾳ χάριτι γένος· θεόθεν μοι τὸ εἶναι, τὸ κινεῖσθαι· θεόθεν τὸ ἀναπνεῖν, θεόθεν τὸ φθέγγεσθαι. Θεῷ καθ᾿ ἑκάστην τὸ πνεῦμά μου παρατίθημι· Θεῷ τὰς εὐχάς μου συνεχῶς προσάγω· Θεῷ καὶ ζῶ, καὶ δουλεύω, καὶ πάρειμι· Θεὸν τὸν μέγαν καὶ ἰσχυρὸν καὶ ζῶντα, πάροχον καὶ συλλήπτορα, καὶ τελεστὴν τῶν καλῶν εὐμοιρῶ· Θεὸν ἐπόπτην, ὧν καὶ νοῶ καὶ λέγω καὶ πράττω, πλουτῶ· Θεὸν κριτὴν φοβερὸν τῶν ἐν ἐμοὶ πεπραγμένων ἐκδέχομαι· καὶ πῶς λοιπὸν ἄλλοθεν ἄρξομαι τοῦ νῦν λόγου, ἀλλ᾿ ἢ ἐκ Θεοῦ;
Θεὸν δὲ ὅταν εἴπω, λέγω Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμά, τὴν ὑπέρθεον καὶ ἀνωτάτην Τριάδα. Πατήρ, Υἱὸς καὶ Ἅγιον Πνεῦμα, μία Θεότης τρία ἰδιώματα· μία οὐσία, τρεῖς ὑποστάσεις· μία φύσις, τρία πρόσωπα· μία μορφή, τρεῖς χαρακτῆρες· ἓν εἶδος, τρία ἄτομα.
Αὕτη τῶν ὑποστάσεων ἡ τριάς, οὐκ ἔστιν οὔτε ἐν χρόνῳ, οὔτε ἐν τόπῳ, οὔτε ἐν ποσῷ, ἀλλ᾿ ὑπὲρ ταῦτα· ἀσώματος, ἄχρονος, ἄποσος, ἀπερίληπτος. Θεὸς ἐστὶν οὐσία ὑπερούσιος, ὅρῳ μὴ ὑποπίπτουσα. Θεός ἐστι δυσνόητον ζήτημα, παγκραιοτάτη χείρ, ἀπαραλόγιστος δύναμις. Θεός ἐστιν αὐτογένεθλον ἀγαθόν, περιληπτικὴ τῶν ὅλων ἐξουσία, προνοητικὴ τῶν ἁπάντων μεγαλειότης. Θεός ἐστι τὸ αὐτάγαθον ἀγαθόν, τῶν ἀγαθῶν ἡ πηγή, τῶν καλῶν ἡ ἀνωτάτη αἰτία, ἡ ἀγάπη, ὁ ὑπέρθεος ἔρως, τῶν ἐφετῶν τὸ ἀκρότατον. Θεός ἐστι φῶς ἀληθινόν, ὃ φωτίζει, καὶ οὐ φωτίζεται, ἐράσμιον, ἀπρόσιτόν τε καὶ ἀδιάδοχον, αὐτὸ ἑαυτοῦ περιληπτικόν τε καὶ θεωρητικόν. Θεός ἐστιν ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· τὸ α, καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. Θεός ἐστι Κύριος Θεός, καὶ τοῦτό ἐστιν αὐτοῦ ὄνομα, καθὼς ποὺ αὐτὸς ἑαυτὸν διὰ τοῦ προφήτου ὁρίζεται λέγων· «ἐγὼ εἰμι Κύριος ὁ Θεός, τοῦτό μου ἐστιν ὄνομα», τὸ ὑπὲρ πᾶν ὄνομα.
Θεός ἐστι τὸ αὐτοκαλόν, πρὸς ὃ πάντα ἀποβλέπει (πρὸς τὸν Ὁποῖον τὰ πάντα ἀποτείνονται), οὖ πάντα ἐφίεται (τὸ ὁποῖον τὰ πάντα ἐπιθυμοῦν), ἡ ἄτρεπτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα· ἡ ἀένναος βρύσις, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός, τοῦ ἐλέους ὁ κρατήρ, τῶν οἰκτιρμῶν ἡ ἄβυσσος, τὸ τῆς φιλανθρωπίας ἀνεξάντλητον πέλαγος. Θεὸς τί μέν ἐστιν οὐκ ἴσμεν (δὲν γνωρίζομεν), τί δὲ οὔκ ἐστιν, ἴσμεν· ἴσμεν γὰρ ὅτι οὔτε σῶμα, οὔτε πνεῦμα ληπτόν, οὔτε χρῶμα, οὔτε σχῆμα, οὔτε τι τῶν ὄντων, οὔτε τι τῶν μὴ ὄντων ἐστί· τί δὲ τὴν φύσιν, ἢ τὴν οὐσίαν ἐστὶν οὐκ ἴσμεν. Θεὸς ὅτι μέν ἐστι, πειστέον, τί δὲ τὴν οὐσίαν οὐκ ἐρευνητέον (Ὅτι μὲν ὑπάρχει Θεὸς πρέπει νὰ πεισθῶμεν, ὡς πρὸς δὲ τὴν οὐσίαν τί εἶναι δὲν πρέπει νὰ ἐρευνῶμεν). Ὅσον γὰρ ὁ τῶν ἀνθρώπων ἀποτείνεται νοῦς, τοσοῦτον μᾶλλον τὸ τῆς γνώσεως ἄγνωστον ὁρᾶ (διότι ὅσον ὁ νοῦς τῶν ἀνθρώπων προσπαθεῖ καὶ ἐπιδιώκει τὴν γνῶσιν τοῦ Θεοῦ - τί εἶναι Θεός-, τοσοῦτον μᾶλλον συναντᾶ τὸ ἀδύνατον). Καὶ εἴτι δ᾿ ἂν μεγαλοπρεπὲς ἀγωνίζοιτο λέγειν, τῆς ἀληθείας ἔλαττόν ἐστι τὸ λαλούμενον· τίς γὰρ νοήσει τὸν ἀπερινόητον; τίς ἐκφωνήσει τὸν ἀνεκφώνητον; τίς ἑρμηνεύσει τὸν ἀνερμήνευτον; πῶς ὁ παρ᾿ αὐτοῦ ψυχωθεὶς πηλὸς καὶ τῆς ἰδίας ψυχῆς ἀγνοῶν τὴν οὐσίαν, τὸν ἐμπνεύσαντα ταύτην καταλάβοι Θεόν;
Ὁ Θεὸς (ἀλλὰ μὴ θορυβηθῇς), καὶ ὁρίζεται, καὶ διαιρεῖται καὶ ἀόριστος πάλιν μένει καὶ ἀδιαίρετος· τὸ μὲν κατὰ τὴν οὐσίαν, τὸ δεύτερον· τὸ δὲ κατὰ τὰς ὑποστάσεις καὶ ἐνεργείας, τὸ πρότερον· ὅθεν τοῖς θεολόγοις, ποτὲ μὲν ἐκεῖνο, ποτὲ δὲ τοῦτο κηρύττεται, λεγόντων ἀμερὲς τὸ θεῖον, ὅτι καὶ ἄποσον. Ἄπόσον δέ, ὅτι καὶ ἄποιον· ἄποιον δέ, ὅτι καὶ ἁπλοῦν· ἁπλοῦν δέ, ὅτι καὶ ἀδιάστατον· ἀδιάστατον δέ, ὅτι καὶ ἄπειρον· ἄπειρον δέ, ὅτι καὶ ἀκίνητον· ἀκίνητον δέ, ὅτι καὶ ἄναρχον· ἄναρχον δέ, ὅτι καὶ ἀγέννητον· ἀγέννητον δέ, ὅτι ἓν καὶ μονώτατον· ἓν δὲ καὶ μονώτατον, ὅτι κατ᾿ οὐσίαν παντελῶς ἄσχετον, καὶ διὰ τοῦτο παντάπασιν ἄῤῥητόν τε καὶ ἄγνωστον, καὶ μόνον ἀληθῆ γνῶσιν ἔχον, τὸ μὴ γινώσκεσθαι· ἀληθέστερον γὰρ ἐννοεῖται, ἢ λέγεται· καὶ ἀληθέστερόν ἐστιν, ἢ νοεῖται.
Κατὰ τί οὖν γνωρίζεται ὁ Θεός, καὶ διατί τὸ θεῖόν ἐστιν ἄληπτον, οἵ τε θεολόγοι διδάσκουσι, καὶ ἡμεῖς ὑπομνήσομεν. Αἱ μὲν γὰρ ἐνέργειαι τοῦ Θεοῦ, λέγουσι, ποικίλαι, ἡ δὲ οὐσία ἁπλή· ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεόν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα (δὲν ὑποσχόμεθα)· αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος· καὶ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον ἀπρόσιτον τῇ φύσει, χωρητὸν δὲ δι᾿ ἀγαθότητα· πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ μεθεκτὸν τοῖς ἀξίοις· οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν.
Ἡμεῖς οὖν οἱ ἄνθρωποι, εἰ ἆρα περὶ Θεοῦ βουλόμεθά τι ἀκούειν, πᾶσαν ἀφίωμεν κάτω τὴν γῆν, ...ὑπερβῶμεν τουτονὶ τὸν ἀέρα, διαβῶμεν τὸν αἰθέρα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν τοῖς λογισμοῖς ἐπαρθέντες, αὐτὸ καθ᾿ αὐτὸ ἐννοήσωμεν τὸ θεῖον ἑστώς, ἄτρεπτον, ἀναλλοίωτον, ἀπαθές, ἁπλοῦν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητήν, κάλλος ἀμήχανον. Ὅτι ὁ τοῦ εὐσεβοῦς νοῦς, εἰ καθάροιτο (εἰ ἤθελε καθαρισθεῖ), θρόνος ἐστὶ τοῦ Θεοῦ· καὶ τὸ στόμα αὐτοῦ τράπεζα τοῦ Χριστοῦ· καὶ ἡ καρδία αὐτοῦ ναὸς τοῦ ἁγίου Πνεύματος· οἱ ἀγαθοὶ δὲ λογισμοὶ οἱ δορυφόροι, αἱ δὲ προσφοραὶ αὐτοῦ ἡ ἀνάγνωσις, ἡ ψαλμωδία, καὶ ἡ εὐχή· ἡ δὲ ψυχὴ ὁ νεωκόρος, καὶ τὸ σῶμα δοῦλος, τὰ αἰσθητήρια αἱ θυρίδες τοῦ ναοῦ, ἡ δὲ διάνοια πύλη, ἡ δὲ συνείδησις ὁ θυρωρός. Ἐὰν οὖν ὁ Χριστιανὸς ἐν τῷ καιρῷ τῆς αὐτοῦ ἐργασίας καθ᾿ ὃν δεῖ ἑτοιμασθῆναι πρὸς ἔξοδον, ἐάσῃ τὸν νοῦν αὐτοῦ ἔξω ῥέμβεσθαι, καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ τὰ μὴ δέοντα, καὶ ἐν τῷ ναῷ τοῦ Θεοῦ τοὺς ἐχθροὺς τοῦ Θεοῦ ἀποδέξηται, καὶ οἱ δορυφόροι εἰσιόντας αὐτοὺς οὐ κωλύωσι, καὶ κακῶς αἱ προσφοραὶ διαμερισθῶσι, καὶ τὰς θύρας καὶ θυρίδας τοῦ ναοῦ ἀνοίξας ὁ θυρωρός, ἑρπετὰ καὶ θηρία εἰσδέξηται, καὶ ὁ νεωκόρος νυστάξῃ, καὶ ὁ δοῦλος καθεύδῃ, καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ εἰσέρχωνται καὶ ἐξέρχωνται ἀκωλύτως μετὰ θορύβου καὶ ταραχῆς, καὶ ποιήσωσι τὸν οἶκον τοῦ Θεοῦ ὀζοθήκην, πῶς ὁ τοιοῦτος οὐ κολασθήσεται καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι;
Χρὴ οὖν παντὶ τῷ σωθῆναι σπουδάζοντι, πᾶσαν ἡμέραν καὶ ὥραν ἐγκύπτειν εἰς τὴν ἑαυτοῦ ψυχήν, καὶ ἐρευνᾶν, καὶ ἀνακρίνειν, καὶ μαστιγοῦν, καὶ ἐξολοθρεύειν ἐκ τοῦ θείου ναοῦ τοὺς αἰσχροὺς καὶ φαύλους λογισμούς, οἵτινές εἰσιν ἐχθροί, καθὰ δὴ καὶ ψάλλομεν ὁσημέραι· «εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν». Καθότι ψυχὴ καθαρὰ μετὰ Θεόν, Θεός, καὶ ψυχῆς καθαρᾶς οἰκειότερον ὁ Θεὸς ἐπὶ τῆς γῆς οὐκ ἔχει.
Οὐκοῦν διεγερθῶμεν πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν· λυπηθῶμεν ἐπὶ τῇ ματαιότητι τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόντων. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος ὁ τῆς ἀνταποδόσεως· οὖτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως· νῦν βοηθὸς τῶν ἀποστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς γίνεται, τότε, φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πράξεων καὶ ῥημάτων καὶ νοημάτων ἐξεταστής. Ὅτι ὅσον ἡ ψυχὴ τιμιωτέρα τυγχάνει τοῦ σώματος, τοσοῦτον ὁ λογικὸς ἄνθρωπος κρείττων τοῦ παντὸς κόσμου ἐστί· μὴ οὖν τὰ μεγέθη τῶν ἐν αὐτῷ κτισμάτων κατανοῶν, τιμιώτερά σου ταῦτα εἶναι νόμιζε· ἀλλὰ πρὸς τὴν δοθεῖσαν σοὶ χάριν ἀποβλέψας, καὶ τῆς νοερᾶς καὶ λογικῆς ψυχῆς τὴν ἀξίαν, ἀνυμνεῖ τὸν ὑπὲρ τὰ ὁρώμενα ἅπαντα τιμήσαντά σε Θεόν. Καὶ γὰρ ἡ Ἀσία, ἡ Λιβύη, ἡ Εὐρώπη, γωνίαι τοῦ κόσμου. Ὠκεανός, Ἐρυθρά, Καύκασος, Αἷμος καὶ Ἄλπεις, Λίβανος, Ὄλυμπος, βωλάρια τοῦ κόσμου. Πᾶν τὸ διάστημα τοῦ προσκαίρου αἰῶνος, στιγμὴ τοῦ παντός, καὶ ἀπείρου αἰῶνος· πάντα μικρὰ καὶ εὔτρεπτα· ἓν δὲ μετὰ Θεὸν καὶ τοὺς Ἀγγέλους, ὄντως μέγα καὶ μένον, ψυχή· καὶ διὰ τοῦτο γέγονε καὶ συνέστη ὁ ἄνθρωπος, πρὸς τὸ θεωρῆσαι τὸν λόγον τῆς τοῦ ὅλου φύσεως καὶ ἑαυτὸν γνῶναι, καὶ ἐπιγνῶναι Θεόν· καὶ χρὴ τὸν θέλοντα ζῆν ὡς ἄνθρωπον, ἔχειν εἰ μή τι ἄλλο, αἴσθησιν ἑαυτοῦ. Ὅθεν τοῖς παλαιοῖς ἐκεῖνο πεφιλοσόφηται, «εἰ βούλει γνῶναι Θεόν, προλαβὼν γνῶθι σαυτόν»· ὅτι δεινὸν ἄγνοια Θεοῦ, καὶ πέρα δεινῶν· αὐτόχρημα σκότος οὗσα ψηλαφητόν, καὶ τὰς ψυχὰς ἐν αἷς ἂν ἐγγένηται ζοφερὰς ἀποτελοῦσα, εἰς πολλά τε τὸ λογιζόμενον διαιροῦσα, καὶ ἀπὸ τῆς πρὸς Θεὸν ἑνώσεως αὐτὰς ἀποτέμνουσα· καὶ ᾧ μὲν δέδοται γνῶσις Θεοῦ, δέδοται φῶς νοερόν· ὃς δὲ λαβὼν ἀτιμάζει, ὄψεται σκότος αἰώνιον. Οὐκοῦν ἡ κατὰ Θεὸν γνῶσις βασιλίς ἐστι πασῶν τῶν ἐπιθυμιῶν· καὶ τῇ καρδίᾳ τῇ δεχομένῃ αὐτήν, πᾶσα γλυκύτης ἡ ἐν τῇ γῇ ἔστιν αὕτη περιττή.
Ἀλλ᾿ ὅμως οὑτωσεὶ τὸν λόγον καταπαύσομαι. Ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὸ εἶναι λαβόντες, καὶ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, καὶ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι ζῶντες (τοῦ γὰρ καὶ γένος ἐσμέν, ὅ φησι Παῦλος παρὰ τῶν ἔξω λαβών· καὶ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμὲν) κατὰ τὸ ἓν αὐτοῦ θέλημα λοιπὸν ὀφείλομεν ἅπαντες πολιτεύεσθαι· τούτου γὰρ χάριν παρήχθημεν εἰς τὸν κόσμον, καὶ πρὸς τῆς τῶν πάντων προνοίας τηρούμεθα, ἵνα τοῦτον ἐνταῦθα γνωρίσαντες, αὐτὸς ὁ εἷς καὶ μόνος Θεός, ἡ Τριάς, καὶ ἀπελθοῦσιν ἐντεῦθεν μερὶς ἡμῶν γένηται, κατὰ τὴν ἀναλογίαν ἑκάστου τῆς πίστεως, καὶ κατὰ τὸ μέτρον τῆς ἐργασίας τῶν αὐτοῦ ἐντολῶν· καὶ αὕτη ἐστιν ἡ ἀληθὴς ζωή, καὶ οὐράνιος γνῶσις, ἣν ἐν τοῖς Εὐαγγελίοις ἐδήλωσεν ὁ Χριστός, εἰπὼν τῷ οἰκείῳ Πατρὶ «αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· γνῶσιν λέγων ἐνταῦθα τὴν ὀρθόδοξον πίστιν, τὴν τοῦ Θεοῦ εἰς ἀνθρώπους ἐνοίκησιν, καὶ τὴν ἄῤῥητον ἔλλαμψιν, ἧς ἐν μεθέξει οἱ ταύτης ἄξιοι γίνονται.
Ἧς ἀξιωθείημεν ἅπαντες οἱ ὀρθοδόξως πιστεύοντες καὶ εὐσεβῶς λατρεύοντες τὴν μίαν τρισυπόστατον Θεότητα, Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα. Ἀμήν.


 

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου