Πέμπτη 4 Απριλίου 2019




ΕΠΙΣΚΕΦΘΕΙΤΕ
ΤΗΝ ΝΕΑ ΙΣΤΟΣΕΛΙΔΑ ΜΑΣ
www.agiamarinaalykou.gr


καιί γράψτε μας τα σχόλιά σας






Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ 
Ἦχος α' 
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ 
Νηστείας ἐν ὕδατι ψυχάς, πάντες ἀπονίψωμεν, καὶ προσελθόντες τὸν τίμιον, καὶ πανσεβάσμιον, Σταυρὸν τοῦ Κυρίου, πιστῶς προσκυνήσωμεν, τὸν θεῖον φωτισμόν ἀρυόμενοι, καὶ τὴν αἰώνιον, σωτηρίαν νῦν καρπούμενοι, καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος. 

Ἦχος α' 
Ἀποστόλων καύχημα Σταυρέ, ὅν περ περιέπουσιν, Ἀρχαί, Δυνάμεις, Ἀρχάγγελοι, τοὺς προσκυνοῦντάς σε, πάσης βλάβης σῷζε, καὶ τὸ θεῖον στάδιον, ἡμᾶς τῆς ἐγκρατείας ἀξίωσον, καλῶς ἀνύσαντας, τὴν ἡμέραν τὴν σωτήριον, ἐπιφθάσαι, δι' ἧς καὶ σῳζόμεθα.

Ἦχος δ' 
Ἰδιόμελον 
Ἡ τῶν ἀγαθῶν πρόξενος Νηστεία, τὴν ἑαυτῆς μεσότητα νῦν ἐπήγαγε, ταῖς προλαβούσαις ἡμέραις εὐαρεστήσασα, καὶ ταῖς ἐφεξῆς τὴν ὠφέλειαν προτιθεῖσα· καὶ γάρ τῶν χρηστῶν ἡ ἐπίτασις, πλείω τὴν εὐεργεσίαν ποιεῖται. Διὸ τῷ πάντων καλῶν δοτῆρι Χριστῷ, εὐαρεστοῦντες βοῶμεν, ὁ νηστεύσας ὑπὲρ ἡμῶν, καὶ Σταυρὸν ὑπομείνας, ἀκατακρίτους ἡμᾶς ἀξίωσον, μετασχεῖν καὶ τοῦ θείου Πάσχα σου, ἐν εἰρήνῃ βιοτεύοντας, καὶ ἀξίως σὺν Πατρί σε, καὶ Πνεύματι δοξάζοντας. 

Ἕτερον Προσόμοιον 
Ἦχος βαρὺς 
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ 
Σήμερον τὸν Σταυρὸν τοῦ Κυρίου προσκυνοῦντες, βοήσωμεν· Χαῖρε ζωῆς ξύλον, ᾍδου καθαιρέτα, χαῖρε χαρὰ Κόσμου, φθορᾶς ἀναιρέτα, χαῖρε ὁ τοὺς δαίμονας σκορπίζων τῇ δυνάμει σου· τῶν πιστῶν τὸ στήριγμα, τὸ ὅπλον, τὸ ἄρρηκτον, τοὺς ἀσπαζομένους σε, φρούρησον, ἁγίασον δεόμεθα. 

Δόξα... Καὶ νῦν... Θεοτοκίον 
Ἦχος πλ. δ' 
Ἰδιόμελον 
Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς, ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον, ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ ἁγνὴ Παρθένος καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα ἐφθέγγετο. Οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; Ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος;οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε, τὰ σπλάγχνα τιτρώσκομαι, καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι.






Ο Όσιος Γεώργιος ο εν Μαλεώ



Ψυχὴν ὁ Γεώργιος ἀσμένως δίδως,
Ψυχῶν γεωργῷ καὶ φυτουργῷ σαρκίων.
Τῇ δὲ τετάρτῃ ἀπῆρε Γεώργιος εἰς πόλον εὐρύν.


Βιογραφία

Από νεαρή ηλικία αγάπησε ολόψυχα τον Κύριο. Επειδή όμως οι γονείς του, παρά τη θέληση του, θέλησαν να τον παντρέψουν, ο Γεώργιος έγινε μοναχός και επιδόθηκε με όλη του τη δύναμη σε κάθε είδους άσκηση, δηλαδή νηστεία, σκληραγωγία, προσευχή, μελέτη των θείων Γραφών και άλλα. Πολλοί που προσέτρεχαν στον Όσιο, φωτίζονταν και επέστρεφαν δια της μετανοίας στον Χριστό. Αλλά επειδή ήταν πολλοί αυτοί πού τον επισκέπτονταν, δεν τον άφηναν ήσυχο να προσευχηθεί και ο Όσιος αποσύρθηκε στο όρος Μαλαιό όπου ησύχαζε. Αλλά και εκεί μαζεύτηκε πλήθος Μοναχών, τους οποίους ο όσιος καθοδηγούσε με προσευχή και άσκηση. Τόσο δε πρόκοψε στην αρετή, ώστε έγινε ξακουστός και θαυμαστός και στους άρχοντες, ακόμα και στους βασιλείς, στους οποίους είχε γράψει πολλές και αξιόλογες συμβουλευτικές επιστολές για διάφορα ζητήματα. Το τέλος της επίγειας ζωής του, προείπε ο Όσιος πρίν τρία χρόνια. Έτσι αφού ασθένησε για λίγο, μάζεψε τους μοναχούς του όρους Μαλαιό και αφού τους έδωσε θείες συμβουλές παρέδωσε τη δίκαια ψυχή του στον Θεό, πού τόσο αγάπησε από βρέφος.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖον Γεώργιον, δικαιοσύνης καρπούς, πλουσίως ἐξήνεγκας, δι’ ἐνάρετου ζωῆς, Γεώργιε Ὅσιε, σὺ γὰρ καθάπερ φοῖνιξ, ἐν ἀσκήσει βλαστήσας, τρέφεις τὴ δωρεά σου, τὴν Χριστοῦ Ἐκκλησίαν ὅθεν ἀεὶ εὐχαρίστως, τιμᾷ τὴν μνήμη σου.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας· καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας· καί γέγονας φωστήρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Γεώργιε Πατήρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Κοντάκιον
Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Γεωργός πανάριστος, τῆς ἐγκρατείας ἐγένου, τὸ δοθέν σοι τάλαντον, ἀσκητικῶς ἐπαυξήσας· ὅθεν σοι, ἡ ἐπουράνιος κληρουχία, δίδοται, ἀνθ᾽ὧν διήνυσας Πάτερ πόνων· ὁ Χριστός γάρ σε δοξάζει, ὃν ἵλεών μοι δίδου Γεώργιε.

Минея - Апрель (фрагмент). Икона. Русь. Начало XVII в. Церковно-Археологический Кабинет Московской Духовной Академии.
Μηναῖο -Απρίλιος (τεμάχιο). Εἰκονίδιο στίς ἀρχές τοῦ 17ου αἰώνα μ.Χ. στήν Ἐκκλησία καί τό Αρχαιολογικό Μουσεῖο τῆς Θεολογικῆς Ἀκαδημίας τῆς Μόσχας 


Στιχηρὰ τοῦ Ὁσίου 
Ἦχος β' 
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ 
Ὅλος, ἀνακείμενος θερμῶς, ὅλῃ τῇ ψυχῇ συνημμένος, τῷ παντεπόπτῃ Θεῷ, θείους ἐγεώργησας καρποὺς τοῦ Πνεύματος, ἡσυχίαν ἐγκράτειαν, ἀγάπην ἐλπίδα, τὴν μακροθυμίαν τε, καὶ τὴν πραότητα, δρόμον, πρὸς τὴν ἄνω πορείαν, πίστιν καὶ χρηστότητα Πάτερ, μεγαλοπρεπῶς ἐπιδεικνύμενος.

Ἦχος β' 
Χάρις, ἡ τοῦ Πνεύματος ἐν σοί, ὡς καθαρωτάτῳ καὶ πράῳ κατασκηνώσασα, πᾶσι κατεκόσμησεν ἀρετῆς εἴδεσι, καὶ ποικίλοις χαρίσμασιν, ἐλάμπρυνε Πάτερ· ὅθεν καὶ γεώργιον, Χριστοῦ φερώνυμον, ὤφθης γεωργήσας ἐμφρόνως, αὔλακας τῆς σῆς διανοίας, ἀξιομακάριστε Γεώργιε.

Ἦχος β' 
Χαίρων, τῶν μελλόντων ἀγαθῶν, Πάτερ τῇ ἐλπίδι τοὺς πόνους, ῥᾷον ὑπήνεγκας, πρόθυμος τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, τῶν ὀπίσω δὲ πάνσοφε, ποιούμενος λήθην, ἕως τὸ μακάριον, τέλος κατέλαβες, πλήρης ἀρετῶν ἐργασίαις, καὶ μακαριότητος θείας, Ὅσιε Γεώργιε τετύχηκας.










Το ιστορικό μοναστήρι του Αγίου Γεωργίου του εν τω Μαλεώ, στον Καβο-Μαλιά





Το ιστορικό μοναστήρι του Αγίου Γεωργίου του εν τω Μαλεώ, στον Καβο-Μαλιά



 Κάθισμα 
Ἦχος γ' 
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ 
Τὸν ὡραιότατον, Χριστὸν ἐπόθησας, καὶ τὰ τοῦ σώματος, πάθη ἐμίσησας, ἀγγελικῶς ἐπὶ τῆς γῆς, Γεώργιε βιοτεύσας· ὅθεν τὴν ἁγίαν σου, ἑορτάζομεν κοίμησιν, καὶ περιπτυσσόμεθα, τὴν σορὸν τῶν λειψάνων σου, ἐξ ἧς ἡμῖν πηγάζεις ἰάματα, Πάτερ τοῖς πόθῳ τιμῶσί σε.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου